Ancient Greek
Chapter 4
Apollodorus, Ἐπιτομὴ 4.7
Not analysed yet
μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. Ἀχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῷ κομισθείσης παρὰ Ἡφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ Ἀστεροπαῖον τὸν Πηλεγόνος τοῦ Ἀξιοῦ ποταμοῦ· καὶ αὐτῷ λάβρος ὁ ποταμὸς ἐφορμᾷ. καὶ τούτου μὲν ὁ Ἥφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῇ φλογὶ διώξας, ὁ δʼ Ἀχιλλεὺς Ἕκτορα ἐκ μονομαχίας ἀναιρεῖ καὶ ἐξάψας αὐτοῦ τὰ σφυρὰ ἐκ τοῦ ἅρματος σύρων ἐπὶ τὰς ναῦς παραγίνεται. καὶ θάψας Πάτροκλον ἐπʼ αὐτῷ ἀγῶνα τίθησιν, ἐν ᾧ νικᾷ ἵπποις Διομήδης, Ἐπειὸς πυγμῇ, Αἴας καὶ Ὀδυσσεὺς πάλῃ. μετὰ δὲ τὸν ἀγῶνα παραγενόμενος Πρίαμος πρὸς Ἀχιλλέα λυτροῦται τὸ Ἕκτορος σῶμα καὶ θάπτει.