Ancient Greek
5.10 to 5.13
Apollodorus, Ἐπιτομὴ 5.10-13
Not analysed yet
καὶ ἀναγκαζόμενος ὁ Ἕλενος λέγει πῶς ἂν αἱρεθείη ἡ Ἴλιος, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρʼ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη· τούτου γὰρ ἔνδον ὄντος οὐ δύνασθαι τὴν πόλιν ἁλῶναι. ταῦτα ἀκούσαντες Ἕλληνες τὰ μὲν Πέλοπος ὀστᾶ μετακομίζουσιν, Ὀδυσσέα δὲ καὶ Φοίνικα πρὸς Λυκομήδην πέμπουσιν εἰς Σκῦρον, οἱ δὲ πείθουσι αὐτὸν Νεοπτόλεμον προέσθαι. παραγενόμενος δὲ οὗτος εἰς τὸ στρατόπεδον καὶ λαβὼν παρʼ ἑκόντος Ὀδυσσέως τὴν τοῦ πατρὸς πανοπλίαν πολλοὺς τῶν Τρώων ἀναιρεῖ. ἀφικνεῖται δὲ ὕστερον Τρωσὶ σύμμαχος Εὐρύπυλος ὁ Τηλέφου πολλὴν Μυσῶν δύναμιν ἄγων· τοῦτον ἀριστεύσαντα Νεοπτόλεμος ἀπέκτεινεν. Ὀδυσσεὺς δὲ μετὰ Διομήδους παραγενόμενος νύκτωρ εἰς τὴν πόλιν Διομήδην μὲν αὐτοῦ μένειν εἴα, αὐτὸς δὲ ἑαυτὸν αἰκισάμενος καὶ πενιχρὰν στολὴν ἐνδυσάμενος ἀγνώστως εἰς τὴν πόλιν εἰσέρχεται ὡς ἐπαίτης· γνωρισθεὶς δὲ ὑπὸ Ἑλένης διʼ ἐκείνης τὸ παλλάδιον ἔκλεψε καὶ πολλοὺς κτείνας τῶν φυλασσόντων ἐπὶ τὰς ναῦς μετὰ Διομήδους κομίζει.