Ancient Greek
Chapter 5
Apollodorus, Ἐπιτομὴ 5.23
Not analysed yet
κτείναντες δὲ τοὺς Τρῶας τὴν πόλιν ἐνέπρησαν καὶ τὰ λάφυρα ἐμερίσαντο. καὶ θύσαντες πᾶσι τοῖς θεοῖς Ἀστυάνακτα ἀπὸ τῶν πύργων ἔρριψαν, Πολυξένην δὲ ἐπὶ τῷ Ἀχιλλέως τάφῳ κατέσφαξαν. λαμβάνει δὲ Ἀγαμέμνων μὲν κατʼ ἐξαίρετον Κασάνδραν, Νεοπτόλεμος δὲ Ἀνδρομάχην, Ὀδυσσεὺς δὲ Ἑκάβην. ὡς δὲ ἔνιοι λέγουσιν, Ἕλενος αὐτὴν λαμβάνει, καὶ διακομισθεὶς εἰς Χερρόνησον σὺν αὐτῇ κύνα γενομένην θάπτει, ἔνθα νῦν λέγεται Κυνὸς σῆμα. Λαοδίκην μὲν γὰρ κάλλει τῶν Πριάμου θυγατέρων διαφέρουσαν βλεπόντων πάντων γῆ χάσματι ἀπέκρυψεν. ὡς δὲ ἔμελλον ἀποπλεῖν πορθήσαντες Τροίαν, ὑπὸ Κάλχαντος κατείχοντο, μηνίειν Ἀθηνᾶν αὐτοῖς λέγοντος διὰ τὴν Αἴαντος ἀσέβειαν. καὶ τὸν μὲν Αἴαντα κτείνειν ἔμελλον, φεύγοντα δὲ ἐπὶ βωμὸν εἴασαν.