Ancient Greek
Chapter 6
Apollodorus, Ἐπιτομὴ 6.4
Not analysed yet
καὶ εὑρέθησαν οὕτω. Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι· τοῦ δὲ εἰπόντος· ὀκτώ, μειδιάσας ὁ Μόψος ἔφη· Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντιῶς διακεῖται, ἐγὼ δʼ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλʼ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι. ὧν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανεκαὶ ἐτάφη ἐν Νοτίῳ.