Ancient Greek
Book 1, Chapter 7
Apollodorus, Βιβλιοθήκη 1.7.7
Not analysed yet
Αἰτωλοῦ δὲ καὶ Προνόης τῆς Φόρβου Πλευρὼν καὶ Καλυδὼν ἐγένοντο, ἀφʼ ὧν αἱ ἐν Αἰτωλίᾳ πόλεις ὠνομάσθησαν. Πλευρὼν μὲν οὖν γήμας Ξανθίππην τὴν Δώρου παῖδα ἐγέννησεν Ἀγήνορα, θυγατέρας δὲ Στερόπην καὶ Στρατονίκην καὶ Λαοφόντην· Καλυδῶνος δὲ καὶ Αἰολίας τῆς Ἀμυθάονος Ἐπικάστη καὶ Πρωτογένεια, ἐξ ἧς καὶ Ἄρεος Ὄξυλος. Ἀγήνωρ δὲ ὁ Πλευρῶνος γήμας Ἐπικάστην τὴν Καλυδῶνος ἐγέννησε Πορθάονα καὶ Δημονίκην, ἧς καὶ Ἄρεος Εὔηνος Μῶλος Πύλος Θέστιος.