Ancient Greek · ~2 min
1.9.13 to 1.9.14
Apollodorus, Βιβλιοθήκη 1.9.13-14
Not analysed yet
Βίαντος δὲ καὶ Πηροῦς Ταλαός, οὗ καὶ Λυσιμάχης τῆς Ἄβαντος τοῦ Μελάμποδος Ἄδραστος Παρθενοπαῖος Πρῶναξ Μηκιστεὺς Ἀριστόμαχος Ἐριφύλη, ἣν Ἀμφιάραος γαμεῖ. Παρθενοπαίου δὲ Πρόμαχος ἐγένετο, ὃς μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας ἐστρατεύθη, Μηκιστέως δὲ Εὐρύαλος, ὃς ἧκεν εἰς Τροίαν. Πρώνακτος δὲ ἐγένετο Λυκοῦργος, Ἀδράστου δὲ καὶ Ἀμφιθέας τῆς Πρώνακτος θυγατέρες μὲν Ἀργεία Δηιπύλη Αἰγιάλεια, παῖδες δὲ Αἰγιαλεὺς καὶ Κυάνιππος. Φέρης δὲ ὁ Κρηθέως Φερὰς ἐν Θεσσαλίᾳ κτίσας ἐγέννησεν Ἄδμητον καὶ Λυκοῦργον. Λυκοῦργος μὲν οὖν περὶ Νεμέαν κατῴκησε, γήμας δὲ Εὐρυδίκην, ὡς δὲ ἔνιοί φασιν Ἀμφιθέαν, ἐγέννησεν Ὀφέλτην τὸν ὕστερον κληθέντα Ἀρχέμορον.