Ancient Greek · ~2 min
Book 1, Chapter 9
Apollodorus, Βιβλιοθήκη 1.9.18
Not analysed yet
ἀπὸ Λήμνου δὲ προσίσχουσι Δολίοσιν, ὧν ἐβασίλευε Κύζικος. οὗτος αὐτοὺς ὑπεδέξατο φιλοφρόνως. νυκτὸς δὲ ἀναχθέντες ἐντεῦθεν καὶ περιπεσόντες ἀντιπνοίαις, ἀγνοοῦντες πάλιν τοῖς Δολίοσι προσίσχουσιν. οἱ δὲ νομίζοντες Πελασγικὸν εἶναι στρατόν (ἔτυχον γὰρ ὑπὸ Πελασγῶν συνεχῶς πολεμούμενοι) μάχην τῆς νυκτὸς συνάπτουσιν ἀγνοοῦντες πρὸς ἀγνοοῦντας. κτείναντες δὲ πολλοὺς οἱ Ἀργοναῦται, μεθʼ ὧν καὶ Κύζικον, μεθʼ ἡμέραν, ὡς ἔγνωσαν, ἀποδυράμενοι τάς τε κόμας ἐκείραντο καὶ τὸν Κύζικον πολυτελῶς ἔθαψαν. καὶ μετὰ τὴν ταφὴν πλεύσαντες Μυσίᾳ προσίσχουσιν.