Ancient Greek · ~2 min
Book 1, Chapter 9
Apollodorus, Βιβλιοθήκη 1.9.2
Not analysed yet
Ἀθάμας δὲ ὕστερον διὰ μῆνιν Ἥρας καὶ τῶν ἐξ Ἰνοῦς ἐστερήθη παίδων· αὐτὸς μὲν γὰρ μανεὶς ἐτόξευσε Λέαρχον, Ἰνὼ δὲ Μελικέρτην μεθʼ ἑαυτῆς εἰς πέλαγος ἔρριψεν. ἐκπεσὼν δὲ τῆς Βοιωτίας ἐπυνθάνετο τοῦ θεοῦ ποῦ κατοικήσει· χρησθέντος δὲ αὐτῷ κατοικεῖν ἐν ᾧπερ ἂν τόπῳ ὑπὸ ζῴων ἀγρίων ξενισθῇ, πολλὴν χώραν διελθὼν ἐνέτυχε λύκοις προβάτων μοίρας νεμομένοις· οἱ δέ, θεωρήσαντες αὐτόν, ἃ διῃροῦντο ἀπολιπόντες ἔφυγον. Ἀθάμας δὲ κτίσας τὴν χώραν Ἀθαμαντίαν ἀφʼ ἑαυτοῦ προσηγόρευσε, καὶ γήμας Θεμιστὼ τὴν Ὑψέως ἐγέννησε Λεύκωνα Ἐρύθριον Σχοινέα Πτῶον.