Ancient Greek
Book 2, Chapter 3
Apollodorus, Βιβλιοθήκη 2.3.2
Not analysed yet
ἀναβιβάσας οὖν ἑαυτὸν ὁ Βελλεροφόντης ἐπὶ τὸν Πήγασον, ὃν εἶχεν ἵππον ἐκ Μεδούσης πτηνὸν γεγεννημένον καὶ Ποσειδῶνος, ἀρθεὶς εἰς ὕψος ἀπὸ τούτου κατετόξευσε τὴν Χίμαιραν. μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἐπέταξεν αὐτῷ Σολύμοις μαχεσθῆναι. ὡς δὲ ἐτελεύτησε καὶ τοῦτον, Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι αὐτόν. ὡς δὲ καὶ ταύτας ἀπέκτεινε, τοὺς γενναιότητι Λυκίων διαφέρειν δοκοῦντας ἐπιλέξας ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας. ὡς δὲ καὶ τούτους ἀπέκτεινε πάντας, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβάτης τά τε γράμματα ἔδειξε καὶ παρʼ αὐτῷ μένειν ἠξίωσε· δοὺς δὲ τὴν θυγατέρα Φιλονόην καὶ θνήσκων τὴν βασιλείαν κατέλιπεν αὐτῷ.