Ancient Greek · ~4 min
Book 2, Chapter 4
Apollodorus, Βιβλιοθήκη 2.4.7
Not analysed yet
ἀδικουμένης δὲ τῆς χώρας, ἕνα τῶν ἀστῶν παῖδα οἱ Θηβαῖοι κατὰ μῆνα προετίθεσαν αὐτῇ, πολλοὺς ἁρπαξούσῃ, τοῦτʼ εἰ μὴ γένοιτο. ἀπαλλαγεὶς οὖν Ἀμφιτρύων εἰς Ἀθήνας πρὸς Κέφαλον τὸν Δηιονέως, συνέπειθεν ἐπὶ μέρει τῶν ἀπὸ Τηλεβοῶν λαφύρων ἄγειν ἐπὶ τὴν θήραν τὸν κύνα ὃν Πρόκρις ἤγαγεν ἐκ Κρήτης παρὰ Μίνωος λαβοῦσα· ἦν δὲ καὶ τούτῳ πεπρωμένον πᾶν, ὅ τι ἂν διώκῃ, λαμβάνειν. διωκομένης οὖν ὑπὸ τοῦ κυνὸς τῆς ἀλώπεκος, Ζεὺς ἀμφοτέρους λίθους ἐποίησεν. Ἀμφιτρύων δὲ ἔχων ἐκ μὲν Θορικοῦ τῆς Ἀττικῆς Κέφαλον συμμαχοῦντα, ἐκ δὲ Φωκέων Πανοπέα, ἐκ δὲ Ἕλους τῆς Ἀργείας Ἕλειον τὸν Περσέως, ἐκ δὲ Θηβῶν Κρέοντα, τὰς τῶν Ταφίων νήσους ἐπόρθει. ἄχρι μὲν οὖν ἔζη Πτερέλαος, οὐκ ἐδύνατο τὴν Τάφον ἑλεῖν· ὡς δὲ ἡ Πτερελάου θυγάτηρ Κομαιθὼ ἐρασθεῖσα Ἀμφιτρύωνος τὴν χρυσῆν τρίχα τοῦ πατρὸς ἐκ τῆς κεφαλῆς ἐξείλετο, Πτερελάου τελευτήσαντος ἐχειρώσατο τὰς νήσους ἁπάσας. τὴν μὲν οὖν Κομαιθὼ κτείνει Ἀμφιτρύων καὶ τὴν λείαν ἔχων εἰς Θήβας ἔπλει, καὶ τὰς νήσους Ἑλείῳ καὶ Κεφάλῳ δίδωσι. κἀκεῖνοι πόλεις αὐτῶν ἐπωνύμους κτίσαντες κατῴκησαν.