Ancient Greek · ~2 min
Book 3, Chapter 10
Apollodorus, Βιβλιοθήκη 3.10.4
Not analysed yet
Ζεὺς δὲ φοβηθεὶς μὴ λαβόντες ἄνθρωποι θεραπείαν παρʼ αὐτοῦ βοηθῶσιν ἀλλήλοις, ἐκεραύνωσεν αὐτόν. καὶ διὰ τοῦτο ὀργισθεὶς Ἀπόλλων κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν Διὶ κατασκευάσαντας. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, δεηθείσης δὲ Λητοῦς ἐκέλευσεν αὐτὸν ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. ὁ δὲ παραγενόμενος εἰς Φερὰς πρὸς Ἄδμητον τὸν Φέρητος τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βόας πάσας διδυμοτόκους ἐποίησεν. εἰσὶ δὲ οἱ λέγοντες Ἀφαρέα μὲν καὶ Λεύκιππον ἐκ Περιήρους γενέσθαι τοῦ Αἰόλου, Κυνόρτου δὲ Περιήρην, τοῦ δὲ Οἴβαλον, Οἰβάλου δὲ καὶ νηίδος νύμφης Βατείας Τυνδάρεων Ἱπποκόωντα Ἰκάριον.