Ancient Greek · ~3 min
Book 3, Chapter 6
Apollodorus, Βιβλιοθήκη 3.6.4
Not analysed yet
παραγενόμενοι δὲ εἰς Νεμέαν, ἧς ἐβασίλευε Λυκοῦργος, ἐζήτουν ὕδωρ. καὶ αὐτοῖς ἡγήσατο τῆς ἐπὶ κρήνην ὁδοῦ Ὑψιπύλη, νήπιον παῖδα Ὀφέλτην ἀπολιποῦσα, ὃν ἔτρεφεν Εὐρυδίκης ὄντα καὶ Λυκούργου. αἰσθόμεναι γὰρ αἱ Λήμνιαι ὕστερον Θόαντα σεσωσμένον ἐκεῖνον μὲν ἔκτειναν, τὴν δὲ Ὑψιπύλην ἀπημπόλησαν· διὸ πραθεῖσα ἐλάτρευε παρὰ Λυκούργῳ. δεικνυούσης δὲ τὴν κρήνην, ὁ παῖς ἀπολειφθεὶς ὑπὸ δράκοντος διαφθείρεται. τὸν μὲν οὖν δράκοντα ἐπιφανέντες οἱ μετὰ Ἀδράστου κτείνουσι, τὸν δὲ παῖδα θάπτουσιν. Ἀμφιάραος δὲ εἷπεν ἐκείνοις τὸ σημεῖον τὰ μέλλοντα προμαντεύεσθαι· τὸν δὲ παῖδα Ἀρχέμορον ἐκάλεσαν. οἱ δὲ ἔθεσαν ἐπʼ αὐτῷ τὸν τῶν Νεμέων ἀγῶνα, καὶ ἵππῳ μὲν ἐνίκησεν Ἄδραστος, σταδίῳ δὲ Ἐτέοκλος, πυγμῇ Τυδεύς, ἅλματι καὶ δίσκῳ Ἀμφιάραος, ἀκοντίῳ Λαόδοκος, πάλῃ Πολυνείκης, τόξῳ Παρθενοπαῖος.