# Fragmenta 267.1-22

Apollodorus, Fragmenta, 267.1 to 267.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-4/fragmenta/267.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollodorus-4/fragmenta/267.1

(ὁ Ἐφιλλος). 1 Diog. Laërt. VII 39. τριμερῇ φασιν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μὲν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεύς — — καὶ Ἀπολλόδωρος ὁ Ἐφιλλος ἐν τῷ πρώτῳ τῶν εἰς τὰ δόγματα εἰσαγωγῶν — —. ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ etc. ὁ δ᾽ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά (scil. τάττει). ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τοὔτεστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιππος — — καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος. 4 Diog. Laërt. VII 150. σῶμα δέ ἐστι κατ᾽ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν — — καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ. καὶ παθητὴ δέ ἐστιν, ὡς ὁ αὐτὸς φησιν· εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο. ἐνθεν κάκεινός φησιν ὅτι τομὴ εἰς ἀπειρόν ἐστιν. 5 Diog. Laërt. VII 140. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν τεχνῶν — — καὶ Ἀπολλόδωρος. 6 Diog. Laërt. VII 135. σῶμα δ᾽ ἐστί, φησὶν Ἀπολλόδωρος ἐν τῇ φυσικῇ, τὸ τριχῇ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος. τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δ᾽ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. — — γραμμὴ δ᾽ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἄπλατές ἢ τὸ μῆκος μόνον ἔχον.

---

Apollodorus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000294.
