# Fragmenta 268.3-269.7

Apollodorus, Fragmenta, 268.3 to 269.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-4/fragmenta/268.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollodorus-4/fragmenta/268.3

9 Diog. Laërt. VII 143. τὸ δὲ πᾶν λέγεται, ὡς φησιν Ἀπολλόδωρος, ὅ τε κόσμος καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ ἐξωθεν κενοῦ σύστημα· ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστὶ, τὸ δὲ κενὸν ἀπειρον. 10 Diog. Laërt. VII 142. ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἐμψυχον καὶ νοερὸν — — καὶ Ἀπολλόδωρός φησιν ἐν τῇ φυσικῇ — — ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἐμψυχον αἰσθητικήν· (argumentum vide Chrys. fr. phys. 633). 11 Diog. Laërt. VII 143. ὅτι τε εἰς ἐστι (scil. ὁ κόσμος) Ζήνων τέ φησιν ἐν τῷ περὶ τοῦ ὅλου καὶ Χρύσιππος καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ. 12 Diog. Laërt. VII 157. ὁρᾶν δὲ τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κανοειδῶς, καθά φησι Χρύ- σιππος — — καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κοῦνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει, τὴν δὲ βάσιν πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτηρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι. 14 Diog. Laërt. VII 102. οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγεία, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἰσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια, καθά φασιν Ἐκάτων — — καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος (ac- curatiora vide Chrys. fr. mor. 117 (p. 28)). 15 Diog. Laërt. VII 125. τὰς δὲ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν· εἰναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά, καθάπερ Χρύσιππος — Ἀπολλόδωρος δὲ ἐν τῇ φυσικῇ κατὰ τὴν ἀρχήν. 16 Diog. Laërt. VII 118. οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ ἠθικῇ. 17 Diog. Laërt. VII 121. κυνιεῖν τε αὐτόν (scil. τὸν σπουδαῖον)· εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπ’ ἀρετὴν ὁδόν, ὡς Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ. 18 Diog. Laërt. VII 129. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν τῶν νέων τῶν ἐμφαινόντων διὰ τοῦ εἴδους τὴν πρὸς ἀρετὴν εὐφυΐαν, ὡς φησι Ζήνων — καὶ Χρύσιππος — — καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ.

---

Apollodorus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000294.
