# Fragmenta 5

Apollodorus Artemiten, Fragmenta, Dfhg-Source dfhg4_APOLLODORUS_ARTEMITEN. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-artemiten/fragmenta/5

Τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δ ̓ ὑπέρκειται πρὸς ἕω· πολλὴ δ ̓ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου. Τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν διὰ τὴν ἀρετὴν τῆς χώρας, ὥστε τῆς τε Ἀριανῆς ἐπεκράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρτεμιτηνὸς, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξανδρος, καὶ μάλιστα Μένανδρος (εἴγε καὶ τὸν Ὕπανιν διέβη, πρὸς ἕω, καὶ μέχρι τοῦ Ἰσάμου [Ἰμάου conj. Casaub.; Ἰομάνου flun., Mannert. V, p. 295] προῆλθε)· τὰ μὲν γὰρ αὐτὸς, τὰ δὲ Δημήτριος ὁ Εὐθυδήμου υἱὸς τοῦ Βακτρίων βασιλέως· οὐ μόνον δὲ τὴν Πατταληνὴν κατέσχον, ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην, καὶ τὴν Σιγέρδιδος βασιλείαν. Καθ ̓ ὅλου δέ φησιν ἐκεῖνος, τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν· καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτειναν τὴν ἀρχήν.

---

APOLLODORUS ARTEMITEN, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1164.tlg002.local002/.
