# Fragmenta 1

Apollodorus, Fragmenta, Play Gra. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus-comic/fragmenta/1

Ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
ἄγροικος ἡμῶν, οὔτε παιδείαν ὅλως
εἰδυῖα, τί τὸ κακόν ποτ' ἢ τί τἀγαθόν
ἔστ' ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως
ἡμᾶς κυλίνδουσ' ὅντιν' ἂν τύχῃ τρόπον;
οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν προείλετο
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
αὐτοὺς ὑφ' αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας
αὐλουμένους ὡδί; λέγ' αὐτή, γλυκυτάτη,
ἔλεγχ' ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. * * * *
Οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
θεῶν ἀληθῶς βίον. ὅσῳ δ' ἡδίονα
τὰ πράγματ' ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
εἰ μεταβαλόντες τὸν βίον διήγομεν;
πίνειν Ἀθηναίους ἅπαντας, τοὺς μέχρι
ἐτῶν τριάκοντ' ἐξιέναι, τοὺς δ' ἱππέας
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα,
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφή
καὶ βίος ἀληθῶς. ἀλλ' ἀπαιδεύτῳ τύχῃ
δουλεύομεν.

---

Apollodorus Comic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0411.tlg002.local001/.
