Ancient Greek · ~13 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 159.1
Not analysed yet
Ἃ δ ̓ Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ νεῶν προοιμιαζόμενος εἴρηκεν, ἥκιστα λέγοιτ ̓ ἄν. Ἐπαινεῖ γὰρ Ἐρατοσθένους ἀπόφασιν, ὅτι φησὶν ἐκεῖνος καὶ Ὅμηρον καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς τὰ μὲν Ἐλληνικὰ εἰδέναι, τῶν δὲ πόῤῥω πολλὴν ἔχειν ἀπειρίαν, ἀπείρους μὲν μακρῶν ὁδὼν ὄντας, ἀπείρους δὲ τοῦ ναυτίλλεσθαι. Συνηγορῶν δὲ τούτοις, Ὅμηρόν φησι τὴν μὲν Αὐλίδα καλεῖν πετρήεσσαν, ὥσπερ καὶ ἔστι· πολύκνημον δὲ τὴν Ἐτεωνὸν, πολυτρήρωνα δὲ τὴν Θίσβην, ποιήεντα δὲ τὸν Ἁλίαρτον· τὰ δ ̓ ἄπωθεν οὔτ ̓ αὐτὸν εἰδέναι οὔτε τοὺς ἄλλους. Ποταμῶν γοῦν περὶ τετταράκοντα ῥεόντων εἰς τὸν Πόντον, μηδὲ τῶν ἐνδοξοτάτων μηδενὸς μεμνῆσθαι, οἷον Ἴστρου, Τανάϊδος, Βορυσθένους, Ὑπάνιος, Φάσιδος, Θερμώδοντος, Ἅλυος· ἔτι δὲ Σκυθῶν μὲν μὴ μεμνῆσθαι, πάντας (πλάττειν Coraes) δὲ ἀγαυοὺς τινὰς Ἱππημολγοὺς καὶ Γαλακτοφάγους Ἀβίους τε. Παφλαγόνας τε τοὺς [μὲν] ἐν τῇ μεσογαίᾳ ἱστορηκέναι παρὰ τῶν πεζῇ τοῖς τόποις πλησιασάντων, τὴν παραλίαν δὲ ἀγνοεῖν· καὶ εἰκότως γε. Ἄπλουν γὰρ εἶναι τότε τὴν Θάλατταν ταύτην καὶ καλεῖσθαι Ἄξενον διὰ τὸ δυσχείμερον καὶ τὴν ἀγριότητα τῶν περιοικούντων ἐθνῶν, καὶ μάλιστα τῶν Σκυθικῶν ξενοθυτούντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων· ὕστερον δ ̓ Εὔξεινον κεκλῆσθαι, τῶν Ἰώνων ἐν τῇ παραλίᾳ πόλεις κτισάντων. Ὁμοίως δ ̓ ἀγνοεῖν καὶ τὰ περὶ Αἴγυπτον καὶ Λιβύην, οἷον τὰς ἀναβάσεις τοῦ Νείλου καὶ προσχώσεις τοῦ πελάγους· ὧν οὐδαμοῦ μεμνῆσθαι, οὐδὲ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τῆς Αἰγυπτίας θαλάσσης, οὐδὲ τῶν κατὰ τὴν Ἀραβίαν καὶ Αἰθιοπίαν καὶ τὸν Ὠκεανόν· εἰ μὴ Ζήνωνι τῷ φιλοσόφῳ προσεκτέον γράφοντι· Αἰθίοπάς θ ̓ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. (V. strab. I p. 70, A, B.) Οὐ θαυμαστὸν δ ̓ εἶναι περὶ Ὁμήρου· καὶ γὰρ το]ςυ ἔτι νεωτέρους ἐκείνου πολλὰ ἀγνοεῖν καὶ τερατολογεῖν· Ἡσίοδον μὲν Ἡμίκυνας λέγοντα καὶ Μεγαλοκεφάλους καὶ Πυγμαίους· Ἀλκμᾶνα δὲ Στεγανόποδας· Αἰσχύλον δὲ Κυνοκεφάλους καὶ Στερνοφθάλμους καὶ Μονομμάτους καὶ ἄλλα μυρία. Ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει Ῥιπαῖα ὄρη λέγοντας, καὶ τὸ Ὠγύγιον ὄρος, καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν, καὶ τὴν παρὰ Θεοπόμπῳ Μεροπίδα γῆν (v. fr. 76), παρ ̓ Ἑκαταίῳ δὲ Κιμμερίδα πόλιν (v. fr. 2), παρ ̓ Εὐημέρῳ δὲ τὴν Παγχαίαν γῆν, παρ ̓ Ἀριστοτέλει δὲ ποταμίους λίθους ἐξ ἄμμου, ἐκ δὲ τῶν ὄμβρων τήκεσθαι (v. Theophrast. Περὶ λίθ. p. 394), ἐν δὲ τῇ Λιβύῃ Διονύσου πόλιν εἶναι, ταύτην δ ̓ οὐκ ἐνδέχεσθαι δὶς τὸν αὐτὸν ἐξευρεῖν. Ἐπιτείνει (Casaub. Ἐπιτιμᾷ) δὲ καὶ τοῖς περὶ Σικελίαν τὴν πλάνην λέγουσι καθ ̓ Ὅμηρον τὴν Ὀδυσσέως· εἰ γὰρ αὖ χρῆναι (fortasse χρῆναι ἂν) τὴν μὲν πλάνην ἐκεῖ γεγονέναι φάσκειν, τὸν δὲ ποιητὴν ἐξωκεανικέναι μυθολογίας χάριν. Καὶ τοῖς μὲν ἄλλοις συγγνώμην εἶναι, Καλλιμάχῳ δὲ μὴ πάνυ, μεταποιουμένῳ γε γραμματικῆς, ὃς τὴν μὲν Γαῦδον (Heyn. Γαῦλον) Καλυψοῦς νῆσον φησὶ, τὴν δὲ Κόρκυραν Σχερίαν· ἄλλους δὲ αἰτιᾶται ψεύσασθαι περὶ Γερήνων, καὶ τοῦ Ἀκακησίου, καὶ Δήμου ἐν Ἰθάκῃ, Πελεθρονίου τε ἐν Πηλίῳ, Γλαυκωπίου τε ἐν Ἀθήναις. Τούτοις δὲ μικρὰ τινὰ προσθεὶς τοιαῦτα παύεται, τὰ πλεῖστα μετενέγκας παρὰ τοῦ Ἐρατοσθένους, ὡς καὶ πρότερον ἐμνήσθημεν, οὐκ εὖ εἰρημένα. Τὸ μὲν γὰρ τοὺς ὕστερον ἐμπειροτέρους γεγονέναι τῶν πάλαι περὶ τὰ τοιαῦτα, καὶ Ἐρατοσθένει καὶ τούτῳ δοτέον· τὸ δ ̓ οὕτω πέρα τοῦ μετρίου προάγειν, καὶ μάλιστα ἐφ ̓ Ὁμήρου, δοκεῖ μοι κἂν ἐπιπλῆξαί τις δικαίως, καὶ τοὐναντίον εἰπεῖν, ὡς περὶ ὧν ἀγνοοῦσιν αὐτοὶ, περὶ τούτων τῷ ποιητῇ προφέρουσι.