# Fragmenta 1a

Apollodorus, Fragmenta, Dfhg-Source dfhg1_APOLLODORUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus/fragmenta/1a
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollodorus/fragmenta/1a
CTS URN: urn:cts:greekLit:tlg0549.tlg005:1a

Sopatri Ἐκλογαὶ διάφοροι ἐν βιβλίοις δυοκαίδεκα. ... Συνείλεκται δὲ αὐτῷ τὸ βιβλίον ἐκ πολλῶν καὶ διαφόρων ἱστοριῶν καὶ γραμμάτων. Τὸ μὲν οὖν πρῶτον περὶ τῶν παρ ̓ Ἕλλησι μυθολογουμένων θεῶν διαλαμβάνει· ὃ συνείλεκται ἐκ τῶν Ἀπολλοδώρου περὶ θεῶν γʹ λόγου. Ἀθηναῖος δὲ ὁ Ἀπολλόδωρος, καὶ γραμματικὸς τὴν τέχνην. Οὐκ ἐκ τοῦ τρίτου δὲ μόνον ἡ διαλογὴ αὐτῷ πεποίηται, ἀλλὰ δὴ καὶ ἐκ δʹ καὶ εʹ καὶ θʹ, τοῦ τε αʹ πάλιν (fort. ιαʹ) καὶ ιβʹ καὶ ιεʹ τε καὶ ιϛʹ καὶ μέχρι τοῦ κδʹ. Ἐν ᾗ συλλογῇ τά τε μυθικῶς περὶ θεῶν διαπεπλασμένα, καὶ εἴ τι καθ ̓ ἱστορίαν εἴρηται, περιείληφε, περί τε τῶν παρ ̓ αὐτοῖς ἡρώων καὶ Διοσκούρων καὶ περὶ τῶν ἐν Ἅδου καὶ ὅσα παραπλήσια.

---

APOLLODORUS, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0549.tlg005.local002/.
