# Fragmenta 200-215

Apollodorus, Fragmenta, 200 to 215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus/fragmenta/200

Οὐκ ἀγνοῶ δὲ καὶ περὶ Δηλίων ἃ Ἀπολλόδωρος ὁ Ἀθηναῖος εἴρηκεν, ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα, Μάγαδις καὶ Γαγγύλος. Κυριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ ̓ Ἀλκμᾶνι. Ψωθία τὰ ψαθύρια. ... Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος καὶ Θεόδωρος ἐν Ἀττικαῖς γλώσσαις τοῦ ἄρτου τὰ ἐπιψαυόμενα ψωθία καλεῖσθαι· ἅτινα ὀνομάζειν ἀτταράγους. Φῷδες. ... Ἀπολλόδωρος τὰ ἐκ τοῦ πυρὸς ἐρυθήματα ἣ ἐκ ψύχους, ἢ τοὺς τύλους καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρός· ὡς τῶν πενήτων διὰ τὸ αὐτουργεῖν τοῦτο πασχόντων. Ὀξέα δενδίλλων. Ἀντὶ τοῦ ὀξέως παρεπιστρεφόμενος, καὶ εἰς αὐτὸν τοῖς ὀφθαλμοῖς ἐπινεύων. Ὅμηρος δὲ ἐπὶ τοῦ στρέφειν (sc. Τοὺς ὀφθαλμοὺς) τέθεικε τὴν λέξιν, τὸ ἐν ἐπιστροφῇ τοῦ προσώπου παρεγκλίναντα τοῖς ὀφθαλμοῖς ἐπινεύειν, ὥσπερ καὶ Ἀπολλόδωρος. Ὑπόδρα, ἐπίῤῥημα, πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν. φᾶρος ἔχων ἐν χειρὶ παχείῃ: Τί ποτε σημαίνει; ὁ μὲν Ἀπολλόδωρος, ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί. Τὸν δὲ στρόμβον, ὃν ἔλεγον οἱ ἀρχαῖοι ὄστρακον τῶν κογχυλίων οἷς καὶ ἐχρῶντο ἀντὶ Καὶ Ἀπολλόδωρος ἐν τοῖς Ὁμήρου οὕτως εἶπε· Ἄγος τὸν (scr. Ἀγοστὸν) ἀγκῶνα, ... Ἀπολλόδωρος δὲ τὸ ἐντὸς τοῦ βραχίονος μέρος. Ἁλίπλοα· τῇ θαλάσσῃ ἐπιπλέοντα, ὡς Ἀπολλόδωρος. Ἀπολλόδωρος παρὰ τοὺς Ἰάμβους αὐτὰς φησὶ πεποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν. Κατὰ δὲ Ἀπολλόδωρον, ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. Ἀσαλής· ἡ ἄφροντις, ἡ μηδενὸς φροντίζουσα. Σάλη γὰρ ἡ φροντίς. Ἀσαλὴς ὁ ἀμέριμνος. Αἰσχύλος, ἀσαλὴς μανία· οὕτως Ἡρωδιανὸς καὶ Ἀπολλόδωρος. Καὶ γὰρ ἀσαλέαν ὁ Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ. Δατητής. ... Ἀπολλόδωρος διὰ τοῦ σ φησί· παρὰ τὸ δαίω δαστὸς, καὶ ῥῆμα δαστῶ· ὁ παρακείμενος δεδάστηται, καὶ ἐνδείᾳ τοῦ σ, δεδάτηται· ἀφ ̓ οὗ ὄνομα δατητὴς, ὡς πεποίηται, ποιητής, διαιρετῆρες, μερισταί. Ἑλινὸς, ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. Κεραμεὺς παρὰ τὸ κέραμος. Τοῦτο παρὰ τὴν ἔραν ἔραμος καὶ κέραμος. Ἀπολλόδωρος τὴν κεκαυμένην γῆν ἔραν φησίν.

---

APOLLODORUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0549.tlg005.local002/.
