Ancient Greek · ~18 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 70.1
Not analysed yet
Ἀπολλόδωρος χρονικὸς ἄλλην Αἰγυπτίων τῶν Θηβαίων λεγομένων βασιλείαν ἀνεγράψατο βασιλέων ληʹ, ἐτῶν ͵αος. Ἥτις ἤρξατο μὲν τῷ ͵βπ ἔτει τοῦ κόσμου, ἔληξε δὲ εἰς τὸ ͵γμε (γποςʹ m.) ἔτος τοῦ κόσμου, ὧν τὴν γνῶσιν, φησὶν, ὁ Ἐρατοσθένης λαβὼν Αἰγυπτιακοῖς ὑπομνήμασι καὶ ὀνόμασι κατὰ πρόσταξιν βασιλικὴν τῇ Ἑλλάδι φωνῇ παρέφρασεν οὕτως· Θηβαίων βασιλέων τῶν μετὰ αρκδ (ρκδʹ m.) ἔτη τῆς διασπορᾶς λή βασιλειῶν. Αʹ ἐβασίλευε Μήνης Θεινίτης (vulgo Θηβινίτης) Θηβαῖος, ὃ ἑρμηνεύεται Αἰώνιος (sic Jablonskius apud Vignolium II, p. 736 Legebatur Διόνιος)· ἐβασίλευεν ἔτη ξβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵βπ. Θηβαίων δεύτερος ἐβασίλευσεν Ἀθώθης υἱὸς Μήνεως ἔτη νθʹ. Οὗτος ἑρμηνεύεται Ἑρμογένης. Ἔτος τοῦ κόσμου, ͵βπξβʹ. Θηβαίων Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀθώθης ὁμώνυμος ἔτη λβʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γκαʹ. Θηβαίων ἐβασίλευσε δʹ Διαβιῆς υἱὸς Ἀθώθεως ἔτη ιθ· οὗτος ἑρμηνεύεται φιλέταιρος· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γνγʹ. Θηβαίων ἐβασίλευσε εʹ Πεμφῶς (Σεμφῶς Jablonsk.) υἱὸς Ἀθώθους, ὅ ἐστι Ἡρακλείδης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γοβʹ. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ϛʹ Τοιγαράμαχος Μομχειρὶ Μεμφίτης ἔτη οθ· οὗτος ἑρμηνεύεται τῆς ἀνδρὸς (Τίσανδρος Scaliger. p. 18 proximo vocabulo omisso) περισσομελής· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γϟʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἄρης ἀναίσθητος, ἔτη ϛʹ τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γρξθʹ. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ὄγδοος Γοσορμίης, ὅ ἐστιν Ἐτησιπαντὸς, ἔτη λʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γροεʹ. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιόδωρος, ἔτη κϛ· τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γσεʹ. Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωϋφὶς, ὅ ἐστιν ἐπίκωμος (ἐπίκομος cod. Par. A. ,ἐπίκοινος Goar.) ,ἔτη κʹ, τοῦ δὲ κόσμου ἦν ἔτος, γσλά. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης, ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγσναʹ. Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρὸς, ὅ ἐστι Χρύσης Χρύσου υἱὸς, ἔτη κβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγσξθʹ. Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαυῶσις, ὅ ἐστιν Ἀρχικράτωρ, ἔτη ιγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ʹγσϟαʹ. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιΰρης ἔτη ιʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγτδʹ. Θηβαίων Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σαῶφις, κωμαστὴς, κατὰ δὲ ἐνίους χρηματιστὴς, ἔτη κθʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγτιδʹ. Θηβαίων ιϛʹ ἐβασίλευσε Σαῶφις βʹ ἔτη κζʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγτμγʹ. Θηβαίων ιζʹ ἐβασίλευσε Μοσχερῆς Ἡλιόδοτος ἔτη λαʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γτοʹ. Θηβαίων ιηʹ ἐβασίλευσε Μοσθῆς ἔτη λγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ʹγυαʹ. Θηβαίων ιθʹ ἐβασίλευσε Παμμῆς Ἀρχονδὴς ἔτη λεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγλυδʹ. Θηβαίων κʹ ἐβασίλευσε Ἀπάππους μέγιστος· Οὗτος, ὥς φσαι, παρὰ ὥραν μίαν ἐβασίλευσεν ἔτη ρʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγφξθʹ. Θηβαίων καʹ ἐβασίλευσε Ἐχεσκοσοκάρας ἔτος αʹ, τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γφξθʹ. Θηβαίων κβʹ ἐβασίλευσε Νίτωκρις γυνὴ ἀντὶ τοῦ ἀνδρὸς, ὅ ἐστιν Ἀθηνᾶ νικηφόρος, ἔτη ϛʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γφοʹ. Θηβαίων κγʹ ἐβασίλευσε Μυρταῖος Ἀμμωνόδοτος ἔτη κβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγφϟή. Θηβαίων κδʹ ἐβασίλευσε Οὐοσιμάρης κραταιὸς, ὅ ἐστιν ἥλιος· ἔτη ιβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γφϟηʹ. Θηβαίων κεʹ ἐβασίλευσε Θίνιλλος, ὅ ἐστιν αὐξήσας τὸ πάτριον κράτος, ἔτη ηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ʹγχιʹ. Θηβαίων κϛʹ ἐβασίλευσε Σεμφρουκράτες, ὅ ἐστιν Ἡρακλῆς Ἀρποκράτης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γχιηʹ. Θηβαίων κζʹ ἐβασίλευσε Χουθὴρ Ταῦρος τύραννος ἔτη ζʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγχλϛʹ. Θηβαίων κηʹ ἐβασίλευσε Μευρὴς Φιλοσκόρος ἔτη ιβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος ʹγχμγʹ. Θηβαίων κθʹ ἐβασίλευσε Χωμαεφθὰ κόσμος Φιλήφαιστος ἔτη ιαʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ʹγχνεʹ. Θηβαίων λʹ ἐβασίλευσε Σοικουνικόσοχος τύραννος ἔτη ξʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγχξϛʹ. Θηβαίων λαʹ ἐβασίλευσε Πετεαθυρῆς ἔτη ιϛʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγψξϛʹ. Θηβαίων λβʹ ἐβασίλευσε Σταμμενέμης βʹ ἔτη κγʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγψξηʹ. ****************Θηβαίων λδʹ ἐβασίλευσε Σιστοσιχερμῆς Ἡρακλῆς κραταιὸς ἔτη νέ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγψϟαʹ. Θηβαίων λεʹ ἐβασίλευσε Μάρις ἔτη μγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, γωμϛʹ. Θηβαίων λϛʹ ἐβασίλευσε Σιφόας, ὁ καὶ Ἑρμῆς, υἱὸς Ἡφαίστου, ἔτη εʹ· τοῦ δὲ κόσμου ἦν ἔτος, ʹγωπθʹ. Θηβαίων λζʹ ἐβασίλευσε Φρουρῶ, ἤτοι Νεῖλος, ἔτη εʹ· τοῦ κόσμου ἦν ἔτος, ͵γωπθʹ. Θηβαίων ληʹ ἐβασίλευσε Ἀμουθαρταῖος ἔτη φγʹ· τοῦ δὲ κόσμου ἦν ἔτος ͵γπιγʹ. Ἡ τῶν ληʹ βασιλέων τῶν κατ ̓ Αἴγυπτον λεγομένων Θηβαίων, ὧν τὰ ὀνόματα Ἐρατοσθένης λαβὼν ἐκ τῶν ἐν Διοσπόλει ἱερογραμματέων παρέφρασεν ἐξ Αἰγυπτίας εἰς Ἑλλάδα φωνὴν, ἐνταῦθα ἔληθεν ἀρχὴ, ἀρξαμένη μὲν ἀπὸ τοῦ ͵βπʹ κοσμικοῦ ἔτους, ἔτεσιν ρκδʹ μετὰ τὴν σύγχυσιν τῶν γλωσσῶν, λήξασα δὲ εἰς τοῦτο τῷ ͵γποεʹ τοῦ κόσμου ἔτει. Τῶν δὲ τούτοις ἐφαξῆς ἄλλων νγʹ Θηβαίων βασιλέων ὑπὸ τοῦ αὐτοῦ Ἀπολλοδώρου παραδεδομένων τὰς προσηγορίας περιττὸν ἡγούμεθα ἐνταῦθα, ὡς μηδὲν συμβαλλομένας ἡμῖν, παραθέσθαι, ἐπεὶ μηδὲ αἱ πρὸ αὐτῶν.