# Fragmenta 76-84

Apollodorus, Fragmenta, 76 to 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollodorus/fragmenta/76

Φησὶ δὲ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης Ὀλυμπιάδος. Ἐτελεύτησε δ ̓ ἐτῶν ἑβδομήκοντα ὀκτὼ, ἢ ὡς Σωσικράτης φησὶν, ἐνενήκοντα Ὅν φησι Τίμαιος κατὰ Ἱέρωνα, τὸν Σικελίας δυνάστην, καὶ Ἐπίχαρμον τὸν ποιητὴν γεγονέναι· Ἀπολλόδωρος δὲ κατὰ τὴν τεσσαρακοστὴν Ὀλυμπιάδα γενόμενον παρατετακέναι ἄχρι τῶν Δαρείου τε καὶ Κύρου χρόνων. Ὕστερον μέντοι φησὶν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς διαδικασθῆναι τοὺς Ἀθηναίους περὶ τοῦ χωρίου πρὸς τοὺς Μιτυληναίους, ἀκούοντος τῆς δίκης Περιάνδρου, ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι. Τῶν δὲ ἀρεσκόντων αὐτῷ πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν, ᾗπερ περιέτυχε καὶ ὁ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· ὃς καί φησιν αὐτὸν ἐν τοῖς Χρονικοῖς τῷ δευτέρῳ ἔτει τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος ἐτῶν εἶναι ἑξήκοντα τεσσάρων, καὶ μετ ̓ ὀλίγον τελευτῆσαι, ἀκμάσαντά πη μάλιστα κατὰ Πολυκράτην τὸν Σάμου τύραννον. Καὶ γεγένηται μὲν, καθά φησιν Ἀπολλόδωρος, τῇ ἑξηκοστῇ τρίτῃ Ὀλυμπιάδι, ἐτελεύτησε δὲ περὶ τὴν Σάρδεων ἅλωσιν. Φησὶ δ ̓ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, γεγενῆσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι, τεθνηκέναι δὲ τῷ πρώτῳ ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης. Ἐγεννήθη, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀψεφίωνος (leg. Ἀφηψίωνος) ἐν τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσι τὴν πόλιν οἱ Ἀθηναῖοι, καὶ τὴν Ἄρτεμιν γενέσθαι Δήλιοι φασίν. Ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐννενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. Ζήνων Ἐλεάτης. Τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου. Sic cum Rossio hunc locum constituit Hübnerus. Legebatur: Τοῦτον Ἀπ. φ. ε. Ἐν Χρ. Πύῤῥητος, τὸν δὲ Παρμενίδην φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου. Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ μικρῷ Διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. Συντετάχθαι δέ φησι τὸν μικρὸν Διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις· γεγόνοι δ ̓ ἂν, ὡς μὲν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα.

---

APOLLODORUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0549.tlg005.local002/.
