# Περὶ συνδέσμων 487

Apollonius Dyscolus, Περὶ συνδέσμων, Section 487. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-2/487

ἤτοι Ἀπολλώνιος παρέσται ἢ Διονύσιος ἢ Τρύφων. ὁ δὲ ἠέ τοῦ ἤ διαφέρει, ᾑ ὁ μὲν συνηθέστερος . . ὁ δὲ ποιητικός. Τὴν τῶν προκατειλεγμένων τάξιν ἔστιν οἰκείως ἐκδέξασθαι. οἱ συναπτι κοὶ καὶ ὅσοι ἀκολουθίαν ἐπαγγέλλονται ἐν ἀρχῇ τῶν λόγων παραλαμβανόμενοι, οὐκ ἂν εὖ τεθεῖεν ἐν μεταξύτητι· οἱ δὲ διαζευκτικοὶ οὐκ ἂν παραληφθεῖεν, εἰ μὴ ἐν μεταξύτητι τεθεῖεν. ὡς ἔφαμεν οὖν, τῇ δυνάμει τῶν συνδέσμων ἡ θέσις ᾠκείωται. τὸ μὲν γὰρ συναπτικὸν τὴν συνάφειαν ἐπαγγελλόμενον ἔχει ἡνωμένην τῷ λόγῳ τὴν τάξιν, τὸ δὲ διαζευκτικὸν δηλοῦν τὸ ἀσυνύπαρκτον μεσάζεται κατὰ τὴν τάξιν τῶν λόγων , ὡσανεὶ ἀπεῖργον τὸν ἕτερον τοῦ ἑτέρου λόγον. καὶ διὰ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου τιθέμενοι οἱ διαζευκτικοὶ οὔ ποτε συνδέουσι τοὺς λόγους· ἤτοι ἡμέρα ἐστί νύξ ἐστιν. εἰ δὲ οὕτως ἀποφαινοίμεθα· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστίν, οἰκείως ὁ λόγος συνδέδεται. καὶ ἀποβληθεὶς μὲν ὁ ἤτοι ἔτι τὴν διάζευξιν ἕξει, καθὸ εἰς τὴν οἰκείαν χώραν ἐτάχθη ὁ σύνδεσμος· ἀποβληθεὶς δὲ ὁ ἤ οὐ ποιήσει λόγον, εἴγε πάλιν μὴ δεόντως ἐτέτακτο ὁ ἤτοι. Ἔστι καὶ τρίτη διαφορὰ τοῦ ἤ συνδέσμου, ἥτις καλεῖται διαϲαφητική. τοῦ μὲν γὰρ προτέρου ὕπαρξιν διασαφεῖ, τοῦ δὲ ἐπιφερομένου ἀναίρεσιν, βούλομαι πλουτεῖν ἢ πένεσθαι, βούλομαι φιλολογεῖν ἢ σχολάζειν. ποιεῖται καὶ μετὰ τοῦ πέρ τὴν σύνταξιν, ἡμέρα ἐστὶν ἤπερ νύξ. ἴδιον δὲ ἔχει παρὰ τοὺς προκειμένους συνδέσμους τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεσθαι, καθάπερ ἔχουσιν οἵ τε διαζευκτικοὶ καὶ παραδιαζευκτικοί, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐϲτιν. τῷ μέντοι διαϲαφητικῷ ϲυνδέϲμῳ οὐκ ἄλλο τι ϲύνεϲτι μόριον ἢ τὸ μᾶλλον καὶ ἧττον.

---

Apollonius Dyscolus, Περὶ συνδέσμων, ed. Richard Schneider, Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg003.local001/.
