# Περὶ συνδέσμων 488

Apollonius Dyscolus, Περὶ συνδέσμων, Section 488. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-2/488

καὶ ἦν ἡ τοιαύτη ἀφορμὴ ἀποδεικτική, καθότι προείπομεν ἐν τοῖϲ κατ’ ἀρχήν , τοῦ τὸ μᾶλλον καὶ ἧϲϲον ϲυνδέϲμουϲ εἶναι, καὶ καθὸ δύναμιϲ ἦν ἀντηρη Anν. Ἔϲτι μέντοι καὶ ὑπὲρ τοῦ ἤ ζήτηϲιϲ, πότερον εἰϲ τὰ ἐπιρρήματα καταταγείη ἢ εἴπερ εἰϲ τοὺϲ ϲυνδέϲμουϲ. δῆλον ὡϲ καὶ τὸ ἀνθυπαγόμενον μὸριον, λέγω δὲ τὴν οὔ ἀπόφαϲιν, εἰϲ τοὺϲ ϲυνδέϲμουϲ παραλαμβάνοιτο ἄν· ἡμέρα ἐϲτὶν ἢ ν ύξ· π λουτεῖν βούλομαι ἤ πένεϲθαι. ἔϲτι τὸ αὐτὸ οὕτωϲ ἀποφήναϲθαι· πλουτεῖν βούλομαι , οὐ πένεϲθαι· ἡμέρα ἐϲτίν, οὐχὶ δὲ νύξ. Ἀλλὰ δείξομεν ὡϲ οὔτε ὁ προκατειλημμένοϲ ϲύνδεϲμοϲ ἄλλο τι κεκλήϲεται ἢ ϲύνδεϲμοϲ, οὔθ’ ἡ ἀπόφαϲιϲ . . ϲει ἢ ἐπίρρημα. πρῶτον, ὡϲ καὶ ἄλλοτε ἐδείξαμεν, τὰ ἀνθυπαγόμενα οὐκ εἰϲ τὰ αὐτὰ μέρη λόγου παραληπτά ἐϲτιν ἐν τῷ καθόλου, εἴγε ἐδείξαμεν ἐν τῷ . . ῥηματι τὸν ἄν ϲύνδεϲμον ἀντιπαραλαμβανόμενον κατὰ πλείονα, ὥϲτε οὐδὲ κατὰ τοῦτο τῷ ἤ τὸ οὔ τὸ αὐτό. δεύτερον οἱ ϲύνδεϲμοι ϲυϲϲημαίνουϲιν, αὐτόθεν δὲ ἡ ἀπόφαϲιϲ τὸ δηλούμενον προφανὲϲ ἔχει. τρίτον οἱ ϲύνδεϲμοι κατ’ ἰδίαν οὐ ῥητοί, ἐπεὶ πόθεν ϲύνδεϲμοι; . . . τὸ μὲν ἤ, ϲύνδεϲμον ἐπαγγελλόμενον, οὐ ῥητὸν κατ’ ἰδίαν, ἡ δὲ οὔ ἀπόφαϲιϲ. τέταρτον τὰ ἐπιρρήματα παράγεται, οὐχὶ οἱ ϲύνδεϲμοι. τὸ οὔ ἐν τῷ οὐχὶ παράγεται, τοῦ ἤ οὐχ οὕτωϲ ἔχοντοϲ. τὸ δὲ πάντων ϲυνεκτικώτατον· ἡ ἀπόφαϲιϲ πρὸ ῥήματοϲ ἐπιταϲϲομένη ποιεῖ αὐτοτέλειαν οὐ γρά φω, οὐ περιπατῶ. ἦν δὲ τὸ τοιοῦτον ἴδιον ἐπιρρημάτων. ὁ δὲ ἤ οὐδέποτε τὸ τοιοῦτον ἀπετέλεϲε . . τοῦ δ’ ἑτέρου λόγου ἐξ ἀνάγκηϲ παραλαμβανομένου . . ὅπερ ἦν ἴδιον ϲυνδέϲμου, γράφω ἤπερ λέγω, διαλέγομαι ἤπερ ἀναγινώϲκω. ὑγιῶϲ ἄρα ὃ μὲν ἐπίρρημα κεκλήϲεται, ὃ δὲ ϲύνδεϲμοϲ. Φαίνεται δὲ ὅτι ἡ τοιαύτη διαφορὰ τοῦ ϲυνδέϲμου ἀπὸ τῆϲ διαζευκτικῆϲ ϲυνδέϲεωϲ μετέβαλεν εἰϲ τὴν διαϲαφητικήν,

---

Apollonius Dyscolus, Περὶ συνδέσμων, ed. Richard Schneider, Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg003.local001/.
