# De conjunctionibus 518

Apollonius Dyscolus, De conjunctionibus, Section 518. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-2/518
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-2/518
CTS URN: urn:cts:greekLit:tlg0082.tlg003:518

καὶ παντί γε προῦπτον, ὡϲ διαφέρει τὸ τοῦτο εἰπέ τοῦ τοῦτό γε εἰπέ. πῶϲ οὖν ἔτι οὐδὲν πληροῦϲιν οἱ παραπληρωματικοί; — Ἔτι ὁ δέ ϲύνδεϲμοϲ ὅπωϲ παραλαμβάνεται καὶ ἐπὶ ποίᾳ δυνάμει, ἐκτεθείμεθα. ἀλλὰ προϲλαβὼν τὸν γέ ἄλλο τι ἐπηγγείλατο. οὐ γὰρ ὡϲ ἐν τῷ ἀρά γε ἡμέρα; παρείλκετο ὁ γέ καὶ ἐν τῷ δέ γε. καλούμενον γοῦν ἔϲτιν εὑρέϲθαι παρὰ τοῖϲ Ϲτωικοῖϲ τὸν δέ γε ὄντα προϲληπτικόν. τοὺϲ γὰρ ἀπὸ ϲυναφῆϲ λόγουϲ εἰϲ ϲχηματιϲμὸν μετιόνταϲ ἡ τοιαύτη ϲύνταξιϲ ἡ τῶν ϲυνδέϲμων ὑπάγει, εἰ ἡμέρα ἐϲτί, φῶ ϲ ἐϲτιν· ἡμέρα δέ γέ ἐϲτιν· καὶ ἐπεὶ ἐν προϲλήψει ἐγένετο ὁ λόγοϲ, προϲληπτικοὶ οἱ τοιοῦτοι ϲύνδεϲμοι. — Τὸ δ’ αὐτὸ ϲυμβέβηκε καὶ ἐπὶ τοῦ ἀλλά καὶ ἀλλὰ μή ν. πάλιν γὰρ ὁ μήν παραπληρωματικόϲ, ϲυνών τῷ ἀλλά, τὴν αὐτὴν πρόϲληψιν ἀποτελεῖ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, καὶ ϲχεδὸν ἀμφοτέρων τῶν ϲυντάξεων μία δύναμιϲ· ἐκ γὰρ τῶν αὐτῶν εἰϲιν. ὁ γὰρ δέ ἰϲοδυναμεῖ τῷ ἀλλά (καὶ τοῦτο ἐδείχθη), ὃϲ προϲλαβὼν παραπληρωματικὸν τὸν γέ προϲληπτικὸϲ ἐγένετο· καὶ πάλιν ὁ ἀλλά, παραπληρωματικὸν προϲλαβὼν τὸν μήν, τὸ αὐτὸ ἐγένετο. πολλάκιϲ δὲ καὶ ὁ γάρ προϲέρχεται τῷ ἀλλά, ἀλλὰ γὰρ ἡμέρα ἐϲτί· καὶ εἰ ὁ γάρ ϲύνδεϲμοϲ, καὶ ὁ μήν καὶ ὁ γέ ϲύνδεϲμοι. Ἔτι ὁ πέρ παρέλκει ἐν τῷ εἴπερ ἡμέρα ἐϲτί (καὶ διὅτι, εἴρηται)· ἀλλ’ οὐκέτι ἐν τῷ καίπερ ἀγαθὸϲ ὤν. ὑπεναντίωϲιν γὰρ ἐδήλωϲεν ὁ καίπερ καὶ δῆλον ὅτι διὰ τὸν πέρ, ὅπου γε καὶ κατ’ ἰδίαν ὁ πέρ ἐναντιωματικόϲ ἐϲτι μετ’ αὐξήϲεωϲ, ἀγαθόϲ περ ἐών (Α 131), ϲώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk), ἀπειργάϲατο. — Ἃϲ ἔχει δυνάμειϲ ὁ καί, εἴπομεν. ἀλλὰ προϲλαβὼν τὸν μήν ἀποδεικτικὸϲ γίνεται, πάλιν ὑπαγομένηϲ ἐναντιώϲεωϲ, οὐ βλέπω, καὶ μ ὴν ἡμέρα ἐϲτίν·

---

Apollonius Dyscolus, Περὶ συνδέσμων, ed. Richard Schneider, Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg003.local001/.
