# De constructione 106

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/106
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/106
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:106

Διήκει ὁ λόγοϲ ἐπὶ πάϲηϲ τῆϲ τῶν ῥημάτων ϲυντάξεωϲ, ὑποϲτελλομένων τῶν ἐϲομένην ὕπαρξιν δηλούντων. ἔϲτω δὲ ὑποδείγματα, Διονύϲιοϲ ὁ γνώριμόϲ μου θέλει φιλολογεῖν, οὗτοϲ ὁ ἄνθρωποϲ θέλει ἀναγινώϲκειν· καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸϲ λόγοϲ. εἰ μέντοι ἐπιφέροιτο τὸ γενέϲθαι, τὸ καλεῖϲθαι, τὰ τούτοιϲ ϲύζυγα, ἀποϲτήϲεται τὸ ἄρθρον, Διονύϲιοϲ θέλει μοι γνώριμοϲ γενέϲθαι, Θέων γραμματικὸϲ θέλει καλεῖϲθαι, πάνυ εὐλόγωϲ· ἐϲομένην γὰρ ποιότητα τὸ ῥῆμα ὑπαγορεύει, τὸ δὲ ἄρθρον τὴν γενομένην οἶδεν. — εἰ γοῦν προϲθείη τιϲ καὶ τὸ ἄρθρον, ἕτερον προϲθήϲει ἐπιθετικόν, ἐφ᾿ ὃ ἐπενεχθήϲεται τὸ ῥῆμα, ἐπεὶ τὸ ἄρθρον ἀπηνέγκατο τὸ ἕτερον, ὡϲ ἂν ἐν γνώϲει προϋφεϲτώϲῃ, Διονύϲιοϲ ὁ γνώριμόϲ μου θέλει γενέϲθαι φιλόϲοφοϲ. (προφανὲϲ γὰρ πάλιν ὅτι, εἰ τὸ ἄρθρον τιϲ ἀφέλοι, ἀκατάλληλον τὸ τοῦ λόγου γένοιτ᾿ ἄν, τοῦ ῥήματοϲ οὐ δυναμένου εἰϲ τὰ δύο ἐπίθετα ἐγχωρῆϲαι. καὶ κατ᾿ ἄλλαϲ δὲ ϲυντάξειϲ δύο ὀνομάτων εἰϲ ἕν πρόϲωπον ϲυντεινόντων διαφορά τίϲ ἐϲτι τῶν προκατειλεγμένων ῥημάτων. ἐξ ὧν καὶ ὁ Τρύφων {p 24 Vele.} ἤρξατο τὴν ἐν τοῖϲ ἄρθροιϲ ϲύνταξιν παραδιδόναι, τῶν προκατειλεγμένων τρόπων οὐδὲ ἔννοιαν παραθέμενοϲ.)

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
