# Περὶ συντάξεως 111

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/111

Ἔϲτι καὶ ἐν προϲηγορικοῖϲ ἡ τοιαύτη ϲύνταξιϲ. ἐφ᾿ οὗ καὶ τρίτοϲ λόγοϲ ἀνακύπτει. καὶ ἔϲτω ὁ μὲν πρῶτοϲ τοιοῦτοϲ, χρονικὴν διαφορὰν παρεμφαίνων, ὁ παῖϲ δειπνήϲαϲ κοιμάϲθω· ὁ δὲ δεύτεροϲ, ἡνίκα πλῆθοϲ παρεμφαίνεται, ὁ δειπνήϲαϲ παῖϲ κοιμάϲθω, ἐφ᾿ οὗ καὶ ἀοριϲτώδηϲ ἡ ϲύνταξιϲ γίνεται τοῦ ἄρθρου, ἔνθεν καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ τὰ τοιαῦτα μόρια ἀοριϲτώδη ἐκάλεϲαν· τρίτοϲ δὲ ὃϲ τὴν αὐτὴν μὲν ἔχει ϲύνταξιν, οὐ μὴν ἀοριϲτωδῶϲ πάντωϲ νοεῖται, ἀναφορικῶϲ δέ. φέρε γάρ τινα δειπνῆϲαι τῶν παίδων καὶ κατὰ τούτου γίνεϲθαι τὰ τῆϲ προϲτάξεωϲ· καὶ πάλιν τὰ τοῦ λόγου τῇδε καταϲτήϲεται, ὁ δειπνήϲαϲ παῖϲ κοιμάϲθω, καθὼϲ εἰ ἐν παιϲὶν ἀτακτήϲειεν παῖϲ, ἐφ᾿ οὗ ἂν φαίη ὁ διδάϲκαλοϲ ὁ ἀτακτήϲαϲ παῖϲ τυπτέϲθω.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
