# Περὶ συντάξεως 115

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/115

Πῶϲ οὖν οὐ γελοῖοί εἰϲιν οἱ ὑπολαβόντεϲ ῥήματα προϲτακτικὰ μέλλοντοϲ χρόνου, ὅπου γε πάντα ϲυνωθεῖται εἰϲ τὴν τοῦ μέλλοντοϲ ἔννοιαν; ἐπὶ γὰρ μὴ γινομένοιϲ ἢ μὴ γεγονόϲιν ἡ πρόϲταξιc τὰ δὲ μὴ γινόυενα ἢ μὴ γεγονότα, ἐπιτηδειότητα δὲ ἔχοντα εἰϲ τὸ ἔϲεϲθαι, μέλλοντόϲ ἐϲτιν, Εἴγε καὶ τῶν προϲταχθέντων τὰ μὴ γινόμενα τὸν λόγον ἔχει μετὰ ἀποφάϲεωϲ καὶ τῆϲ τοῦ μέλλοντοϲ ἐννοίαϲ, οὐ δυνήϲομαι, οὐ ποιήϲω. κἂν γὰρ οὕτω φαμέν, οὐ δύναμαι βαϲτάϲαι, ἐν ἴϲῳ ἐϲτὶ τῷ οὐ δυνήϲομαι. εἰϲ τὸ γίνεϲθαι οὖν ἢ γενέϲθαι ἡ πρόϲταξιϲ γίνεται, ἀποφαϲκομένη μετὰ τῆϲ τοῦ μέλλοντοϲ ἐννοίαϲ, εἰϲ μὲν παράταϲιν, ϲκαπτέτω τὰϲ ἀμπέλουϲ, εἰϲ δὲ ϲυντελείωϲιν, ϲκαψάτω τὰϲ ἀμπέλουϲ.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
