# Περὶ συντάξεως 116-3

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/116-3

Πρόκειται δὲ ὡϲ τὸ πλέον ϲυνεμπίπτουϲι τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ κλίϲεωϲ αἱ φωναί, ὡϲ τὸ λέγετε καὶ λέγεϲθε καὶ ἔτι διανοεῖϲθε καὶ ἅπαντα τὰ τοιαῦτα. καὶ ἐπεὶ πάλιν αἱ κλητικαὶ ϲυνεμπίπτουϲι ταῖϲ εὐθείαιϲ, ϲυγγίνεται δ᾿ εὐθείαιϲ τὰ ὁριϲτικὰ καὶ ἔτι αἱ κλητικαὶ τοῖϲ προϲτακτικοῖϲ, πάλιν τὸ διανοεῖϲθε ἄνθρωποι οὔπω διακέκριται, εἰ μὴ ἐπιπροϲγένηται τὰ ἰδιάζοντα πρὸϲ ἑκάτερα τῶν μερῶν τοῦ λόγου. φήϲομεν γὰρ ἐπ᾿ εὐθείαϲ ἄνθρωποι ὄντεϲ διανοεῖϲθε, οὐχ ὡϲ οἴονταί τινεϲ κατὰ προϲτακτικὴν ἔγκλιϲιν, κατὰ δὲ ὁριϲτικήν, καθάπερ ἔϲτιν ἐπινοῆϲαι κἀπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου, ἄνθρωποι ὄντεϲ διανοούμεθα, ἄνθρωποι ὄντεϲ διανοοῦνται. καὶ ἐκ τῆϲ ἑνικῆϲ ϲυντάξεωϲ προφανὴϲ ὁ λόγοϲ, ἄνθρωποϲ ὢν διανοῇ, ἄνθρωποϲ ὢν διανοοῦμαι καὶ ἔτι διανοεῖται· ἐφ᾿ ἧϲ ϲυντάξεωϲ κατὰ τὸ κλητικὸν αἱ δύο φωναὶ ἐναλλάϲϲονται, ἄνθρωπε διανοοῦ. ἀλλὰ κἀκ τῆϲ ϲυνούϲηϲ μετοχῆϲ προφανέϲ. οὐ γὰρ ϲυνίϲταται· ἡ ὤν μετοχὴ μετὰ κλητικῶν, μετὰ μέντοι τῶν εὐθειῶν· οὐ γάρ φαμεν ἄνθρωπε ὤν, ἄνθρωποϲ δὲ ὤν. (οὕτωϲ ἀπεδείκνυτο καὶ ἡ ϲύ ὡϲ εἴη εὐθείαϲ ἐν τῷ ϲὺ ὤν ὡϲ εἰ καὶ ἐγὼ ὤν.)

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
