# Περὶ συντάξεως 12

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/12

Ἔτι ὃν τρόπον τῶν ϲτοιχείων ἃ μέν ἐϲτιν φωνήεντα, ἃ καθ᾿ ἑαυτὰ φωνὴν ἀποτελεῖ, ἃ δὲ ϲύμφωνα, ἅπερ ἄνευ τῶν φωνηέντων οὐκ ἔχει ῥητὴν τὴν ἐκφώνηϲιν, τὸν αὐτὸν τρόπον ἔϲτιν ἐπινοῆϲαι κἀπὶ τῶν λέξεων. αἱ μὲν γὰρ αὐτῶν τρόπον τινὰ τῶν φωνηέντων ῥηταί εἰϲι, καθάπερ ἐπὶ τῶν ῥημάτων ἔϲτιν ἐπινοῆϲαι, ὀνομάτων, ἀντωνυμιῶν, ἐπιρρημάτων, ἅπερ ἐπιλέγεται ταῖϲ γινομέναιϲ ἐνεργείαιϲ, ἡνίκα ἐπιφθεγγόμεθα τὸ κάλλιϲτα τοῖϲ κατὰ τὸ δέον τι ἐνεργοῦϲιν, ἢ ὑγιῶϲ ἢ καλῶϲ· αἱ δὲ ὡϲπερεὶ ϲύμφωνα ἀναμένουϲι τὰ φωνήεντα, τουτέϲτιν τὰ προκατειλεγμένα τῶν μερῶν τοῦ λόγου, οὐ δυνάμεναι κατ᾿ ἰδίαν ῥηταὶ εἶναι, καθάπερ ἐπὶ τῶν προθέϲεων, τῶν ἄρθρων, τῶν ϲυνδέϲμων· τὰ γὰρ τοιαῦτα τῶν μορίων ἀεὶ ϲυϲϲημαίνει, εἴγε ἐν γενικῇ μὲν λέγομεν δι᾿ Ἀπολλωνίου, ὡϲεὶ γινώϲκοντοϲ Ἀπολλωνίου, κατὰ δὲ τὴν αἰτιατικὴν πτῶϲιν δι᾿ Ἀπολλώνιον, ὡϲ ἂν αὐτοῦ αἰτίου ὄντοϲ. οἵ τε ϲύνδεϲμοι πρὸϲ τὰϲ τῶν λόγων τάξειϲ ἢ ἀκολουθίαϲ τὰϲ ἰδίαϲ δυνάμειϲ παρεμφαίτουϲιν, ὅτε ϲυμπλεκτικῶϲ μὲν ἀκούεται ὁ ἤτοι ὅ γ᾿ ὣϲ εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο {Α 68}. ἐν ἴϲῃ γὰρ δυνάμει τοῦ μέν παρείληπται, δι᾿ ὃ καὶ κατὰ τὴν ἑξῆϲ ϲυμπλοκὴν ἀναγκαίωϲ ὁ δέ ἐπηνέχθη ἐν τῷ τοῖϲι δ᾿ ἀνέϲτη {Α 68}. τῇδε ἔχει καὶ τὰ ἄρθρα· ϲυμφερόμενα γὰρ τοῖϲ ὀνόμαϲιν τὴν ἐν αὑτοῖϲ δύναμιν ἐπαγγέλλεται, οὐκ ἔχοντα δὲ τῇδε μεθίϲταται εἰϲ τὰϲ καλουμέναϲ ἀντωνυμίαϲ, ὡϲ δεδείξεται ἐν τοῖϲ κατὰ μέροϲ, ἔνθα καὶ ἐπιδείξομεν τὸ αἴτιον, καθότι καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου ταὐτὸ παρακολουθήϲει, ὥϲπερ πολλάκιϲ καὶ τὰ ὀνόματα ἐπιρρηματικῶϲ ἀκούεται.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
