# Περὶ συντάξεως 121

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/121

Εἰ μέντοι γε μόνον παραλαμβάνοιτο τὸ τίϲ, οἷόν τέ ἐϲτιν καὶ τὰ ὑπόλοιπα ῥήματα ϲυντάϲϲεϲθαι, τίϲ περιπατεῖ; τίϲ ἀναγινώϲκει, ἐφ᾿ ὧν ἀνθυπαγωγὴ γινομένη διὰ μὲν ἀντωνυμίαϲ οὐκέτι δέεται ἑτέραϲ πεύϲεωϲ, εἰ φαίημεν ἐγώ ἢ οὗτοϲ (ὡριϲμένα γὰρ πρόϲωπα ἐμφαίνει), ἐπὶ δὲ ὀνομάτων διὰ τὴν παρεπομένην ὁμωνυμίαν οὐκ ἐν τῷ αὐτῷ ὁριϲμῷ ἀνθυπάγεται ἡ ϲύνταξιϲ. φαμένου γάρ τινοϲ Αἴαϲ, ἀνθυπαχθήϲεται ὁπότεροϲ; διὰ τὴν προειρημένην ὁμωνυμίαν· ᾧ πάλιν ἀνθυπαχθήϲεται τὸ ἰδίᾳ παρακολουθῆϲαν τῷ ἑτέρῳ, καθὼϲ προείπομεν, μετὰ ϲυντάξεωϲ ἀρθρικῆϲ, τὸ ὁ μέγαϲ ἢ ὁ Τελαμώνιοϲ, Αἴαϲ δ᾿ ὁ μέγαϲ αἰὲν ἐφ᾿ Ἕκτορι {Π 358}, πάνυ εὐλόγωϲ, ἐπεὶ τὰ ἐπιθετικὰ μετὰ κυρίων ἐκφερόμενα ϲὺν ἄρθρῳ παραλαμβάνεται· τοιοῦτον γάρ ἐϲτιν τὸ ὅλον, Αἴαϲ δ᾿ ὁ Τελαμώνιοϲ, Αἴαϲ δ᾿ ὁ μέγαϲ, Αἴαϲ δ᾿ ὁ Ϲαλαμίνιοϲ. πάλιν γὰρ ἐκεῖ ἐδείξαμεν λείπειν τὸ ἄρθρον, ἀλλά περ οἶοϲ ἴτω Τελαμώνιοϲ ἄλκιμοϲ Αἴαϲ {M 349}.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
