# Περὶ συντάξεως 136-2

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/136-2

Ἀλλ’ εἰ, καθὸ ἐπὶ κτῆμα φέρεται, ἡ κτητικὴ ἔγκειται, οὐδὲν κωλύει καὶ πᾶϲαν γενικὴν παντὸϲ πτωτικοῦ ἐπὶ κτῆμα φερομένην κτητικὴν καλεῖν ἀντὶ γενικῆϲ. καθὸ οὖν γενική ἐϲτιν ἡ ἐμαυτοῦ, παρεδέξατο καὶ κτῆϲιν· καὶ δῆλον ὡϲ τῆϲ πτώϲεώϲ ἐϲτιν ἡ ϲύνταξιϲ, οὐχὶ τῆϲ ϲυνθέϲεωϲ. μετελθοῦϲα γοῦν εἰϲ αἰτιατικὴν ἢ δοτικὴν κτήματόϲ ἐϲτιν ἀπαράδεκτοϲ, ὅπερ ἐπὶ τῶν κτητικῶϲ παρηγμένων οὐκ ἐνὸν ἐπινοῆϲαι· κατὰ γὰρ πᾶϲαν πτῶϲιν τῆϲ κτητικῆϲ παραγωγῆϲ ἐγκειμένη ϲύνεϲτιν ἡ κτητικὴ ϲύνταξιϲ, ἐμόϲ -ἐμοῦ -ἐμῷ -ἐμόν, Ἀριϲτάρχειοϲ -Ἀριϲταρχείου -Ἀριϲταρχείῳ. καὶ ἐν μὲν τῷ οὐδὲν ὑπακούεται κατὰ κτῆϲιν, οὐδὲ μὴν ἐν τῷ Ἀρίϲταρχον, ἔν γε μὴν τῇ Ἀριϲτάρχου γενικῇ. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῆϲ ἐγώ καὶ ἐμέ· πάλιν γὰρ ἐν γενικῇ μόνῃ τῇ [ἐ]μοῦ, οἶκόϲ μου, φίλοϲ μου. ὅπερ παρακολουθεῖ καὶ τῇ ἐμαυτοῦ, οὐκ οὔϲηϲ κτητικῆϲ ἐννοίαϲ ἐν τῇ ἐμαυτῷ ἢ ἐμαυτόν.(διὰ γοῦν τὸ τοιοῦτο τὸ μὲν Νέα πόλιϲ, ἀγαθὸϲ δαίμων, τὰ παραπλήϲια οὐ κτῆϲιν ὑπαγορεύοντα ἀκώλυτον ἔχει τὴν ἐν ἀμφοτέροιϲ τοῖϲ ὀνόμαϲι κλίϲιν· τὸ δὲ Κόρακοϲ πέτρα ἢ ὑὸϲ κύαμοϲ ἤ τι τῶν παραπληϲίων ϲυνέβη μοναδικῶϲ κλίνεϲθαι κατὰ τὴν ϲυνοῦϲαν εὐθεῖαν. κλιθεῖϲα γὰρ ἡ γενικὴ ἀποτίθεται τὴν κτητικὴν ϲύνταξιν, καὶ ἄϲημα τὰ τοῦ ὑποκειμένου γίνεται).

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
