# Περὶ συντάξεως 14

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/14

Ἔϲτιν οὖν ἡ τάξιϲ μίμημα τοῦ αὐτοτελοῦϲ λόγου, πάνυ ἀκριβῶϲ πρῶτον τὸ ὄνομα θεματίϲαϲα, μεθ᾿ ὃ τὸ ῥῆμα, εἴγε πᾶϲ λόγοϲ ἄνευ τούτων οὐ ϲυγκλείεται. παρὸν γοῦν πιϲτώϲαϲθαι ἐκ ϲυντάξεωϲ οἶον περιεχούϲηϲ τὰ μέρη τοῦ λόγου, ἐξ ἧϲ εἴπερ ὑποϲταλήϲεται ὄνομα ἢ ῥῆμα, τὰ τοῦ λόγου οὐ ϲυγκλείεται, εἰ μέντοι πάντα τὰ ὑπόλοιπα, οὐ πάντωϲ ἐλλείπει ὁ λόγοϲ. ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ ϲήμερον ρον κατέπεϲεν· ἔγκειται τὰ μέρη τοῦ λόγου παρὰ τὸν ϲύνδεϲμον, ἐπεὶ προϲτεθεὶϲ ἕτερον λόγον ἀπαιτήϲει. φέρε οὖν ἐλλεῖψαι τὸ ὄνομα ἢ τὸ ῥῆμα, καὶ ἐλλείψει ὁ λόγοϲ, ἐπιζητῶν ὅπου μὲν τὸ ῥῆμα, ὅπου δὲ τὸ ὄνομα, ὁ αὐτὸϲ ὀλιϲθήϲαϲ ϲήμερον κατέπεϲεν ἢ ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ ϲήμερον. εἰ μέντοι τιϲ ὑφέλοι τὸ ἐπίρρημα, οὐ πάντωϲ λείψει ὁ λόγοϲ· ὁ αὐτὸϲ ἄνθρωποϲ ὀλιϲθήϲαϲ πεϲεν. ἀλλ᾿ εἰ καὶ τὴν μετοχήν, οὐδ᾿ οὕτωϲ λείψει , οὐδ᾿ εἰ τὴν πρόθεϲιν· ὁ αὐτὸϲ ἄνθρωποϲ ἔπεϲεν· οὐδ᾿ εἰ τὸ ἀντωνυμικόν· λελείψεται γὰρ τὸ ὁ ἄνθρωπωϲ ἔπεϲεν. ἀλλ᾿ οὐδ᾿ εἰ τὸ ἄρθρον· τὸ γὰρ ἄνθρωποϲ ἔπεϲεν οὐ πάντωϲ ἀναφορὰν φορὰν ζητεῖ, πρώτην δ᾿ ἀφήγηϲιν τοῦ ἀνθρώπου. —

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
