# Περὶ συντάξεως 152

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/152

, Τούτων τῇδε ἐχόντων ἐπιϲτατέον τὸ καὶ θώρηχ᾿· ὃ γὰρ ἦν οἱ, ἀπώλεϲε πιϲτὸϲ ἑταῖροϲ {Σ 460}, πότερον τὸ ὁ προτακτικόν ἐϲτιν πρὸϲ τὸ πιϲτὸϲ ἑταῖροϲ, ἢ ἀνθ᾿ ὑποτακτικοῦ ἐϲτιν τοῦ ὅϲ, ἀναφερόμενον πρὸϲ τὸ θώρηκα, ἢ πρὸϲ τὸ ἑταῖροϲ καθ᾿ ὑποτακτικὴν ϲύνταξιν εἴρηται. ἀνέφικτον οὖν προτακτικὸν αὐτὸ παραδέξαϲθαι· οὐ γὰρ μετὰ προτακτικὸν ἄρθρον ῥῆμά ποτε ἐπιφέρεται, ἐπιφέρεται δὲ τὸ ἦν. ὃ οὐκ ἄλλο τι ἀπαιτήϲει ἢ ὑποτακτικὸν ἄρθρον, ὅπερ οὐ πιθανὸν ἐπὶ τὸν θώρακα ἀναφέρεϲθαι· οὐ γὰρ τοῦτον μόνον ἀπώλεϲεν ὁ Πάτροκλοϲ· ἅμα γὰρ ἀϲπίδα καὶ τρυφάλειαν καὶ καλὰϲ κνημῖδαϲ ἐπὶ ϲφυρίοιϲ ἀραρυίαϲ κω θώρηκα {Σ 458—460}. καὶ ἐάν τιϲ τὸ τοιοῦτο παρῇ, ἔτι μάχεται τὸ ἀκατάλληλον τοῦ λόγου. δοθήϲεται γὰρ ὅτι ἡ ὕπαρξιϲ τοῦ θώρακοϲ διὰ τῆϲ τοῦ ἄρθρου ϲυντάξεωϲ νοεῖται, καθὼϲ προὐπεδείξαμεν· καὶ εἰ τοῦτο, πῶϲ τὸ πιϲτὸϲ ἑταῖροϲ ϲυναρτηθήϲεται μετὰ ῥήματοϲ ἑτέραϲ εὐθείαϲ νοουμένηϲ ϲὺν ἑτέρῳ ῥήματι τῷ ἦν; πότε δύο εὐθεῖαι κατάλληλον λόγον ἐποίηϲαν; ἄμεινον οὖν ἐκεῖνο φάναι, ὡϲ πλαγία καὶ εὐθεῖα κατάλληλον λόγον ποιεῖ.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
