# Περὶ συντάξεως 174

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/174

Ὁμοίωϲ ἐπὶ γενικὴν φέρεται καὶ ὅϲα ἐπικράτειάν τινων ϲημαίνει εἰϲ τὴν τῶν ὑπερεχόντων ἢ κυριευόντων διάθεϲιν κατὰ λόγον οὐκ ἀπίθανον. προφανὲϲ γάρ ἐϲτιν ὡϲ χωρὶϲ γενικῆϲ κτῆμα οὐκ ἔϲτιν ἐπινοῆϲαι. διὰ τοῦτο τὰ κτητικὰ εἰϲ γενικὰϲ ἀναλύεται καὶ ἀπὸ γενικῶν παράγεται ἔν τε ὀνόμαϲιν ἔν τε ἀντωνυμίαιϲ, ἁπάντων τῶν δυναμένων κτῆϲιν ἀναδέξαϲθαι. διὰ τοῦτο τὸ μὲν Νέα πόλιϲ καὶ τὰ ὅμοια δύο ὀνόματα καθεϲτῶτα ἐν ἰδίοιϲ τόνοιϲ δὶϲ κλίνεται, οὐ μὴν τὸ Κόρακοϲ πέτρα ἢ ὑὸϲ κύαμοϲ, Ὄνου γνάθοϲ, Ἀχαιῶν λιμήν· κλιθείϲηϲ γὰρ τῆϲ γενικῆϲ ϲυνοίχεται καὶ τὰ τῆϲ ἐπικρατήϲεωϲ. Ἔϲτιν οὖν ἡ προκειμένη ϲυζυγία τῶν ῥημάτων τοιαύτη. κτῆμα τῶν βαϲιλέων οἱ ὑπόντεϲ. διὰ τοῦτο βαϲιλεύω τούτων, ἡγεμονεύω, ϲτρατηγῶ, τυραννῶ. διὰ τοῦτο ἀπαράδεκτοϲ ἡ δοτικὴ ἐν τῷ Μυρμιδόνεϲϲιν ἄναϲϲε {Α 180}· ἡ γὰρ τοῦ ἄναϲϲε ϲύνταξιϲ τὴν γενικὴν ἀπῄτηϲεν. οὕτωϲ ἔχει τὸ κυριεύω, δεϲπόζω, κρατῶ, ἄλλα πλεῖϲτα τῆϲ ἴϲηϲ ἐννοίαϲ ἐχόμενα. —

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
