# Περὶ συντάξεως 24

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/24

Αἱ μέντοι ἀντωνυμίαι εἰϲ οὐδὲν ἄλλο ἀποβλέπουϲαι διὰ τῆϲ ἐν αὐταῖϲ ἐγκειμένηϲ δείξεωϲ ἢ εἰϲ τὴν ὑποκειμένην οὐϲίαν, ἔχουϲιν εὔληπτα καὶ τὰ ἐπιϲυμβεβηκότα τῇ ποιότητι, λέγω τὰ δυνάμενα δι᾿ ὄψεωϲ ἐπινοηθῆναι, λευκὸν ἢ μέλαν, μακρὸν ἢ βραχύ. (οὐχ ὑπὸ δεῖξιν γὰρ πιπτούϲηϲ τῆϲ ψυχῆϲ οὐδὲ τὰ ταύτῃ ὑποτρέχοντα εὐϲύνοπτα ἂν γένοιντο πρὸϲ τῶν ἀντωνυμιῶν.) ἔνθεν τοὺϲ πολλοὺϲ χαρακτῆραϲ παρῃτημέναι εἰϲὶν αἱ ἀντωνυμίαι. ἑκάϲτη γὰρ αὐτῶν καθ’ ἑκάϲτην πτῶϲιν ἀντὶ πάντων ὀνομάτων παραλαμβάνεται· καὶ εἰ τοῦτο ἀληθέϲ, φυϲικώτερον ἄρα ἀφέϲτηκεν ἡ ἐν τοῖϲ ὀνόμαϲιν ἀκόλουθοϲ κλίϲιϲ, ἵνα μὴ ἀντὶ ἅπαντοϲ ὀνόματοϲ παραλαμβανόμεναι μιᾷ καταλήξει τῇ ἐκ τούτων ὑποπέϲωϲιν. (διὸ καὶ τὰ γένη οὐκ ἐκκοπτόμενα ἰδίοιϲ τέλεϲιν κατάλληλον ἔϲχεν τὴν ἐν τοῖϲ τριϲὶ γένεϲιν θέϲιν διὰ μιᾶϲ ϲυλλαβῆϲ, εἴγε καὶ ἡ ἐξ αὐτῶν δεῖξιϲ αὐτὸ μόνον οὐϲίαν παρεμφαίνει.) —

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
