# Περὶ συντάξεως 32

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/32

Κἀπεὶ οὐκ ἐμφανῆ ἦν τὰ ἐπιϲυμβαίνοντα τοῖϲ προκειμένοιϲ ὀνόμαϲιν (αὐτὸ γὰρ μόνον τὸ τίϲ ὄνομα τὰ τῆϲ οὐϲίαϲ ἐπεζήτει, ᾗ ἐπέτρεχε τὸ ποιὸν καὶ τὸ ποϲὸν καὶ τὸ πηλίκον), προϲεπενοεῖτο καὶ ἡ κατὰ τούτων πεῦϲιϲ, ὅτε κατὰ μὲν ποιότητα ζητοῦντεϲ λέγομεν ποῖοϲ, κατὰ δὲ ποϲότητα πόϲοϲ, κατὰ δὲ πηλικότητα πηλίκοϲ, καὶ ἐν παραγωγῇ ἐθνικῇ τῇ ἀπὸ τοῦ ποῖοϲ τὸ ποδαπόϲ. ᾧ λόγῳ καὶ τὸ ἡμεδαπόϲ, ἔχον τὴν ἀντωνυμικὴν θέϲιν, καὶ ἔτι τὸ ὑμεδαπόϲ τό τε παρὰ τὸ ἄλλοϲ ἀλλοδαπόϲ, πάλιν τὴν ἀναίρεϲιν τῶν προϲώπων τῆν ἐθνικῆϲ παραγωγῆϲ ἐπαγγελλομένηϲ. ὥϲτε ἀνθυπάγεϲθαι μὲν τῷ ποῖοϲ, προλελημματιϲμένον ἀπὸ τοῦ τίϲ, ὡϲ κατ’ ἐπιθετικὴν πεῦϲιν, εἰ τύχοι, ὁ γραμματικόϲ, ὁ μουϲικόϲ, ὁ δρομεύϲ, ἔχοντοϲ τοῦ λόγου τῇδε, τίϲ ἀναγινώϲκει; Τρύφων· πότεροϲ ἢ ποῖοϲ; ὁ γραμματικόϲ ἢ ὁ ῥήτωρ, ἅπαντα τὰ δυνάμενα ἐπιϲυμβαίνειν τοῖϲ ἐκ τοῦ τίϲ ἀνθυπαγομένοιϲ ὀνόμαϲι κατ᾿ ἐπιθετικὴν ἔννοιαν. δι᾿ ὅ τι μέντοι τὰ ἀνθυπαγόμενα μετὰ τοῦ ἄρθρου τὴν ἀπόδοϲιν ἔχει, ὕϲτερον εἰρήϲεται. ἀλλ᾿ ἐπειδὴ καί τινα ἔϲτι δι᾿ ἑνικοῦ χαρακτῆροϲ πλῆθοϲ ἐμφαίνοντα, καὶ τούτων τῇ ἀγνοίᾳ ἡ πεῦϲιϲ χαρακτῆρα ἀπένειμε, λέγω ἐν τῷ πόϲοϲ, ὅτε ἐπὶ πλήθουϲ πυνθανόμεθα· καὶ ὅτε τάξιν τὴν καθ᾿ ἕκαϲτον ἀριθμὸν ἐπὶ πλήθουϲ ἐπιζητοῦμεν, ὡϲ ἐν τῷ πόϲτοϲ· καὶ ὡϲ προείπομεν, ἐπὶ μεγέθουϲ πηλίκοϲ, καὶ ἐπὶ ἐθνικῆϲ ἐννοίαϲ ποδαπόϲ.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
