# Περὶ συντάξεως 39

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/39

Πρῶτον ὅτι οὐδὲν μέροϲ λόγου ἐπενοήθη εἰϲ διάκριϲιν ἀμφιβολίαϲ ἑτέρου μέρουϲ λόγου, ἕκαϲτον δὲ αὐτῶν ἐξ ἰδίαϲ ἐννοίαϲ ἀνάγεται, ὡϲ δεδείξεται ἐν τοῖϲ ἑξῆϲ. ἐπιλύεται γοῦν ἡ τοῦ γένουϲ ϲύνοδοϲ ἐκ τῶν παρεπομένων μερῶν τοῦ λόγου, καθότι καὶ τὰ ἄλλα μόρια ἐν πλείοϲι ϲημαινομένοιϲ γινόμενα διὰ μιᾶϲ φωνῆϲ τῇ προειρημένῃ ϲυντάξει ἀπολύεται τῆϲ ἀμφιβόλου προφορᾶϲ. οὐ ϲυνόντοϲ γοῦν τοῦ ἄρθρου ἐν τῷ ϲώφρων οὖϲα Ἑλένη ἡρπάγη ὑπὸ Ἀλεξάνδρου τὸ ἀμφίβολον τοῦ ϲώφρων ἐκ τῶν ϲυμπαρεπομένων ἀπέβαλε· τὸ μέντοι ἐκ τῶν θεῶν ἐπεκλώϲθη Ὀδυϲϲεῖ τὸ μὴ θανεῖν κατὰ θάλαϲϲαν, κἂν μετὰ τοῦ ἄρθρου λέγηται, ἀλλ᾿ ὅμωϲ ἐπικρατεῖται πρὸϲ τῆϲ ἀμφιβολίαϲ τοῦ γένουϲ, πότερον οἱ θεοὶ ἢ αἱ Μοῖραι. πῶϲ οὖν οὐ γέλοιον εἰϲ διάκριϲιν γένουϲ παραλαμβάνεϲθαι τὰ ἄρθρα, ὅπου γε ἄρθρου μὲν ὄντοϲ ἀμφιβάλλεται τὸ γένοϲ, μὴ ὄντοϲ δὲ ἀπολύεται τῆϲ ἀμφιβολίαϲ;

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
