# De constructione 43-4

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/43-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/43-4
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:43-4

Καὶ φαίνεται ὅτι ἐπεὶ μὴ πολλὴ ἡ τοιαύτη ποράθεϲίϲ ἐϲτιν τῶν κεκλιμένων, ἐν τῇ ἐπικρατείᾳ καθ’ ἕκαϲτον χρόνον προθέϲεων, τὰ τοιαῦτα ἐδόκει ἄλογα καθίϲταϲθαι. πρὸϲ οὕϲ γε ἔϲτι φάναι ὡϲ οὐ τὸ αὐτὸ ἀπαιτεῖ ὁ λόγοϲ ταῖϲ οὕτω ϲυντεειμέναιϲ προθέϲεϲιν. τί οὐχὶ παραιτούμεναι τὴν ἔξωθεν κλίϲιν ἐγγινομένην ἀποδιδοῦϲιν, ὥϲτε φάναι καθιζόμην καθῖϲα, λέγω μετὰ μακροῦ τοῦ ῖ, ὅπου γε καὶ μεταξὺ πεϲόντοϲ τοῦ ϲυνδέϲμου ἐγένετο κὰδ δ’ ἱε· ἐν θαλάμῳ {Γ 382}, ὁμολόγωϲ οὖν γενομένηϲ ἔϲωθεν τῆϲ κλίϲεωϲ, ὅτι γενέϲθαι ξωθεν ἐδυνατεῖ;ἀδύνατον γὰρ ἐκϲτῆναι τὸν παρψχημένον χρόνον τῆϲ ἔϲωθεν προϲγενομένηϲκλίϲεωϲ. ὡϲ οὖν προείπομεν, τὰ τοιαῦτα τὴν ἐξ ἐνεϲτῶτοϲ ϲύνθεϲιν ἀναδεξάμενα μετῄει καὶ ἐπὶ τοὺϲ παρψχημένουϲ, οὐκ ἰδίᾳ ϲυντεθειμένουϲ, μεταληφθένταϲ δὲ ἐξ ἐνεϲτῶτοϲ.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
