# De constructione 44

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/44
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/44
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:44

Ἕϲθ᾿ ὅτε δὲ καὶ προληπτικώτερον πρόϲωπον ἀναφέρει, ὅτε δὴ καὶ ἀοριϲτῶδεϲ φαίνεται, ὅτε οὕτωϲ φαμέν, ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. τὸ γὰρ ὡϲ ἐϲόμενον πρόϲωπον ἀνεπόληϲεν, ὅμοιον καθεϲτὼϲ ἐκείνῳ κεῖνοϲ γὰρ πέρι κῆρι μακάρτατοϲ ἔξοχοϲ ἄλλων, ὅϲ κέ ϲε ἕδνοιϲιν βρίϲαϲ οἶκον δ’ ἀγάγηται {ζ 158 seq.}. (οὐ γὰρ ὅμοιόν ἐϲτι τῷ κεῖνοϲ ἀνήρ, ὅτ᾿ ἐμεῖο κυνώπιδοϲ {δ 145}, ἐπεὶ τοῦτο μὲν τὸ προγεγονὸϲ πρόϲωπον ἀναπολεῖ, τὸ δὲ προκείμενον τὸ ὡϲ ἐϲόμενον) οὐ λέληθε δέ με ὡϲ δύναται καὶ προϋφεϲτὼϲ πρόϲωπον ἀναφέρειν τὸ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. φέρε γάρ, εἰ τύχοι, τυραννοκτονῆϲαί τινα καὶ μήπω τετιμῆϲθαι, ἐπιβάλλοντοϲ δὲ τοῦ τοιούτου φάναι τινὰ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω· ὅπερ πάνυ ἐμφανέϲτατον γενήϲεται μετὰ ὁριϲτικῆϲ προφορᾶϲ, καὶ μάλιϲτα ἐπὶ παρῳχημένου χρόνου, ὁ τυραννοκτονήϲαϲ τετίμηται. — Δεδείξεται δὲ ὡϲ καὶ πλήθουϲ ἔϲθ᾿ ὅτε ἔμφαϲιν ποιεῖ.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
