# De constructione 52-2

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/52-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/52-2
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:52-2

«Οὐχὶ οὖν λέγεται ἐγὼ γράφω, καὶ οὐ κακία τὸ τοιοῦτον Καὶ αὐτὸϲ προείρηκα ὅτι οὐκ ἐν τῷ καθόλου. ἰδοὺ γὰρ καὶ τὰ προκατειλεγμένα ἀνάγκηϲ ποτὲ οὔϲηϲ τῆϲ κατὰ τὸν λόγον ϲυμπαραλαμβάνει τὰ μόρια τὰ παρυφιϲτάμενα, ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲιν {Ω 243}, δὶϲ γὰρ γενομένηϲ ἐπιτάϲεωϲ, μιᾶϲ μὲν ὑπούϲηϲ ἐν τῷ γοργότεροϲ, ἀνάγκη πᾶϲα τὸ καὶ τὴν ἑτέραν ϲυμπαραληφθῆναι. — φαμὲν δὲ καὶ ναὶ γράφω, βεβαιοτέραν ποιούμενοι τὴν ὑπόϲχεϲιν διὰ τῆϲ δὶϲ παρειλημμένηϲ ϲυγκαταθέϲεωϲ. ἀλλὰ καὶ ἕνα ἄνθρωπόν φαμεν περιπατεῖν, πρόϲ τε τὸ ἀντιπαρακείμενον πλῆθοϲ καὶ πρὸϲ τὴν τῶν πάντων ἀναίρεϲιν, λέγω οὐδεὶϲ περιπατεῖ, οὐδένα εὗρον. — τὸν αὐτὸν δὴ τρόπον ὑπούϲηϲ ἐκφορᾶϲ ἀπολελυμένηϲ φήϲομεν φιλολογῶ, φιλολογεῖϲ· εἰ μέντοι γε τὴν πρόϲ τινα ϲύγκριϲιν ἐθέλοιμεν διαϲαφῆϲαι, ἐπιϲπώμεθα τὴν ἀντωνυμίαν, ἴδιον ἔχουϲαν τὴν ἐν τοῖϲ προϲώποιϲ ἀντιδιαϲτολήν. ϲαφὲϲ γὰρ ὅτι οὐχ ἵνα τὸ πρόϲωπον διαϲτείλωμεν· τοῦτο γὰρ κοινὸν εἶχεν καὶ τὸ ῥῆμα. διὸ καὶ πάντωϲ τὰ ἀπαρέμφατα δέεται τῆϲ τούτων ϲυντάξεωϲ, ἐλλειπῆ καθεϲτῶτα προϲώπων.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
