# De constructione 56-3

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/56-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/56-3
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:56-3

Πόθεν δέ, ὅτι ἐπιρρήματα; 1. «Καθότι ἔγκλιϲιϲ μὲν διάφοροϲ φοροϲ κατὰ ϲύνταξιν τοῦ αὐτοῦ προϲώπου οὐ παραλαμβάνεται· οὐ γάρ φαμεν γράφειϲ λέξαιϲ τι τῶν τοιούτων μὴ δυναμένων παραλαμβάνεϲθαι, ἀλλά φαμεν θέλειϲ γράφειν, ἀναγινώϲκειν βούλει. — 2. ἴδιον δὲ ἦν ἐπιρρημάτων τὸ ϲὺν ῥήμαϲι παραλαμβάνεϲθαι προτακτικῶϲ ἢ ὑποτακτικῶϲ, ὅπερ παρείπετο τῷ γράφειν θέλω, θέλω γράφειν, ὡϲ εἰ καὶ Ἑλληνιϲτὶ λέγω, λέγω Ἑλληνιϲτί. — 3. καὶ ὡϲ τὸ Ἑλληνιϲτί προϲλαβὸν τὸ λέγω ἀπαρτίζει τὸν λόγον, οὕτω τὸ γράφειν προϲλαβὸν τὸ θέλω. — 4. καὶ ὡϲ ἀδιαφορεῖ κατὰ παντὸϲ ἀριθμοῦ τὰ ἐπιρρήματα, οὕτωϲ καὶ τὸ γράφειν θέλω ἢ θέλομεν. — 5. καὶ ὡϲ ἀδιαφορεῖ κατὰ τὰ πρόϲωπα, Ἑλληνιϲτὶ λέγω, Ἑλληνιϲτὶ λέγειϲ, οὕτωϲ τὸ γράφειν θέλω, γράφειν θέλειϲ. — 6. καὶ εἰ ἀπὸ ῥημάτων ἔϲθ᾿ ὅτε τὰ ἐπιρρήματα παράγεται, ὡϲ αὐτῷ τῷ Ἑλληνιϲτί τὸ ἑλληνίζω παράκειται, οὐ κωλύει καὶ τὸ γράφω παρακεῖϲθαι τῷ γράφειν, οὐ μαχομένου τοῦ διαφόρου χρόνου· δύναται γὰρ κατὰ χρόνον τὸ ἐπίρρημα ἀποτελεῖϲθαι, καθὸ ἔϲτιν ἐπινοῆϲαι κἀπὶ τῶν μετοχῶν, εἴγε τῷ μὲν γράφω ἡ γράφων παράκειται, τῷ δὲ ἔγραψα ἡ γράψαϲ. τῷ γὰρ αὐτῷ λόγῳ καὶ τῷ γράφω τὸ γράφειν παρακείϲεται, τῷ τε ἔγραψα τὸ γράψαι.»

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
