# Περὶ συντάξεως 62

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/62

Εἴ ποτε ποιητικὴ ἄδεια ἐξαιτουμένη τὸ καὶ πλεονάζειν καὶ ἐλλείπειν παραλείποι τι τῶν τοιούτων, τὸ ἀντιπαραπεπηγμένον τοῦ λόγου παραϲτήϲει καὶ τὸ λεῖπον καὶ τὸ πλεονάζον φέρε γὰρ πάντα τὰ τῆϲ τοιαύτηϲ ϲυντάξεώϲ τινα παραλαμβάνειν, ἄλλοιϲιν δὴ ταῦτ᾿ ἐπιτέλλεο {Α 295}, ἄλλοι μέν ῥα θεοί τε {Β 1}, ἄλλοι μὲν χαλκῷ {Η 473}, ἄλλοι μὲν γὰρ πάντεϲ, ὅϲοι θεοί εἰϲ᾿ ἐν Ὀλύμπῳ {Ε 877}, ἡ δ᾿ ἄλλουϲ μὲν ἔαϲεν {Ο 87}, ἄλλοι μοι δοκέουϲι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλοϲ δ᾿ ἡνίοχοϲ ἰνδάλλεται {Ψ 459. 460} καὶ ἐπ᾿ ἄλλων πλείϲτων· πότερον ἐλλείπει τῇ τῶν ἄρθρων παραθέϲει ἢ ἐντελῆ ἐϲτι; καὶ πότερον ἅπαντα τὰ τοιαῦτα ἤ τινα αὐτῶν; οὐχὶ οὖν εὔχρηϲτοϲ ὁ λόγοϲ, ἀναπληρῶν μὲν τὸ λεῖπον, οὐ πλεονάζων δὲ ἐν τῷ μὴ δεομένῳ, ἢ ἐκεῖνο ἀπόδειξίϲ ἐϲτι, τὸ ἀναμεῖναι τὴν Ζηνοδότου γραφὴν ἐν τῷ ὦλλοι μέν ῥα θεοί τε {Β 1}; καὶ ϲαφὲϲ ὅτι ἐκεῖ πάλιν οὐ προϲοίϲομεν, ὅπου οὐδὲ ὁ Ζηνόδοτοϲ, ἄλλοιϲιν δὴ ταῦτ᾿ ἐπιτέλλεο {Α 295}. ἀλλὰ τὰ τοιαῦτα παρείϲθω, παρολκὴν μᾶλλον παρέχοντα ἢ παράδοϲιν πραγμάτων.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
