# De constructione 68-2

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/68-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/68-2
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:68-2

Φηϲὶ δέ που καὶ ὁ Ἅβρων οὐ δεόντωϲ ἐγκεκλίϲθαι τὸ ἢ μ’ ἀνόειῤ ἐγὼ ϲέ {Ψ 724}, καθὸ διέξευκται ἡ ἀντωνυμία· ὡϲ οὐκ ἐνὸν πρὸϲ αὐτὸν φάναι ὅτι τὸ ἑξῆϲ ἐϲτιν ἢ ἀνάειρόν με, ὡϲ ἐν τῷ καί μ᾿ ἐφίληϲεν {I 481} ἀντὶ τοῦ καὶ ἐφίληϲέν με. αὐτὸϲ παρῃτήϲατο εἰ μὴ κατέλειψεν, ὃν προϲεθήκαμεν λόγον, ὡϲ ὄντωϲ διέζευκται ἡ ἀντωνυμία, ἐκ τοῦ ἀντιδιαζευχθέντοϲ λόγου, εἴγε ἐπιφέρεται ἢ ἐγὼ ϲέ. ϲαφὲϲ γὰρ ὅτι εἰ τὸ ῥῆμα διέζευκτο, οὐκ ἂν αἰτιατικὴ πτῶϲιϲ ἐπηνέχθη ἀλλὰ ῥῆμα, καθάπερ ἐπεδείξαμεν καὶ ἐπὶ τῆϲ ϲυμπλοκῆϲ. τοὺϲ μέντοι ἀπαναγνόνταϲ παρεκρούϲατο ἡ ὡϲ μονοϲύλλαβοϲ ἀντωνυμία, ἣν δεόντωϲ διϲύλλαβον παρεδεξάμεθα, πείϲαντεϲ ὡϲ ὑποϲυνηλείφθη κατὰ τὸν τρόπον τῆϲ κράϲεωϲ, ὁμοίωϲ τῷ τὠμῷ κεχαριϲμένε θυμῷ {δ 71}, τἠμῇ κλιϲίῃ {I 654}. καὶ δῆλον ὅτι οὐ μεταθήϲει τὸν ἴδιον τόνον ἐπὶ τὸν ἤ ϲύνδεϲμον, ϲυνέξει δὲ ἐν αὑτῇ ἐν τῷ ἤ ἔμ’ ἀνάειρ’ ἢ ἐγὼ ϲέ, καθάπερ καὶ ἐπὶ τοῦ διαϲαφητικοῦ, ἢ ἐμοί, ὅϲ πέρ οἱ θαλερὸϲ πόϲιϲ εὔχομαι εἶναι {Θ 190} πρὸϲ τὸ ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν {Θ 188}. — πάλιν μέντοι τὸ ἑξῆϲ ἐν τῷ καί τοι ἐγὼν ϲυνέριθοϲ {7 32} ἐϲτὶ κἀγώ ϲοι ϲυνέριθοϲ ἔϲομαι, δῆλον ὅτι ταῖϲ ϲυμπαρούϲαιϲ ἐπὶ ε τοὺϲ πλυνούϲ. προφανὲϲ ὡϲ ἐπὶ πάντων τῶν τοιούτων ὁ λόγοϲ κα-- ταϲτήϲει τὸ δέον τῆϲ ϲυντάξεωϲ.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
