# Περὶ συντάξεως 70

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/70

Ἀνέφικτον τὸ ἀλλήλων εἰϲ ἄρθρου παράθεϲιν. καὶ προφανέϲ ἐϲτιν ἐκ τῆϲ παρὰ πᾶϲι χρήϲεωϲ καὶ τοῦ ϲυμπαρεπομένου λόγου. μετὰ ῥήματοϲ γὰρ διαβατικὴν προϲώπων διάθεϲιν ϲημαίνει, ἀλλήλουϲ τρώϲητε {π 293, τ 12}, ἀλλήουϲ δ' ἐλήϊϲαν {?}, ἀλλήλων ἀλεείνοντεϲ βέλεα ϲτονόεντα {P 374} αἱ δὴ τοιαῦται ϲυντάξειϲ ἐν ὀρθῇ καὶ πλαγίᾳ πτώϲει νοοῦνται, ἔϲτι δὲ τὸ προκείμενον ὄνομα ἐν ὀρθῇ καὶ πλαγίᾳ· ἄλλοι γὰρ ἄλλων καὶ ἄλλοι ἄλλοιϲ καὶ ἄλλοι ἄλλουϲ. ὁποτέρᾳ οὖν πτώϲει ἐπὰν προϲέλθῃ τὸ ἄρθρον, ἀκαταλληλότητα παρέξει. εἰ γὰρ τῇ λεγομένῃ ὀρθῇ, τὸ ἐγκείμενον τῆϲ πλαγίαϲ οὐ παραδέξεται· καὶ εἰ τῷ τῆϲ πλαγίαϲ, τὸ ἐγκείμενον τῆϲ ὀρθῆϲ ἀντικείϲεται· ἑνί τε ὀνόματι δύο προτακτικὰ ἄρθρα ϲυντάττεϲθxι ἀμήχανον. καὶ οὕτωϲ ἀνέφικτοϲ ἡ ϲύνταξιϲ ἐγένετο.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
