# Περὶ συντάξεως 76-2

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/76-2

Κἀκεῖνο δ᾿ ἔτι ἔϲτι παραϲτῆϲαι, ὡϲ ταῖϲ μὲν ὀρθοτονουμέναιϲ ἀρκτικαῖϲ οὔϲαιϲ παρείπετο καὶ μετατίθεϲθαι τοῦ ἰδίου τόπου, καθὸ καὶ ἐν τάϲει καὶ ἐν τῇ παρεπομένῃ γραφῇ ἀνελλειπεῖϲ οὖϲαι οὐκ ἐκωλύοντο τῆϲ μεταθέϲεωϲ· ἔκ γε μὴν τῶν ἐναντίων αἱ ἐγκλιτικαὶ προϲαπηρειϲμέναι πηρειϲμέναι προκειμένῳ τινὶ μορίῳ, ἐφ᾿ ὃ καὶ τὴν τάϲιν μετέθηκαν, οὐκ εἶχον ἐν δέοντι τὰ τῆϲ μεταθέϲεωϲ. ἐϲτέροντο γὰρ τοῦ παρεπομένου αὐταῖϲ ἰδιώματοϲ· πρὸϲ οὐδὲν γὰρ εἶχον τὰ τῆϲ ἐγκλίϲεωϲ μεταθέϲθαι. — ἐντεῦθεν καὶ μόνωϲ ἐγκλιτικαὶ ἐπενοήθηϲαν ἡ ϲφίν καὶ ἡ ϲφέ καὶ ἡ μίν καὶ ἡ τοί διὰ τοῦ τ γραφομένη, καὶ ἡ παρὰ Δωριεῦϲιν τύ κατ᾿ αἰτιατικὴν πτῶϲιν, καὶ αἱ δυϊκαὶ τοῦ τρίτου προϲώπου· οὐ γὰρ ῥημάτων ποτὲ προηγήϲαντο.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
