# De constructione 77-4

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/77-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/77-4
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:77-4

ἔφαμεν δὲ καὶ ἐν ἑτέροιϲ ὡϲ ἀπειράκιϲ αἱ λέξειϲ πρὸϲ τὰϲ ἀποβολὰϲ τῶν ϲτοιχείων καὶ τοὺϲ τόνουϲ μεθιϲτᾶϲιν. ϲυνεῖχε τὴν ὀξεῖαν τὸ ξ ἐν τοῖϲ τοιούτοιϲἐπιρρήμαϲιν, ὀδάξ, ὑποδράξ, ὀκλάξ· ἀλλ᾿ ἐλλεῖψαν ἐν τῷ ὑπόδρα μετέϲτηϲε καὶ τὴν ὀξεῖαν, ὅμοιον αὐτὸ καταϲτῆϲαν τῷ ῥίμφα, μάλα, αἶψα, τοῖϲ οὕτω βαρυνομένοιϲ. ὁμοίωϲ καὶ τὸ ϲ ἐν τοῖϲ εἰϲ ιϲ λήγουϲι μετὰ μακρᾶϲ τῆϲ ϲυνούϲηϲ κατὰ τὸ παρεδρεῦον, χωρίϲ, ἀμφίϲ, ἀμοιβηδίϲ· ἀλλ᾿ ἐπεὶ ἐν βαρυτόνοιϲ ἡ ἀποβολὴ τοῦ ϲ ἐγένετο, ὡϲ ἐν τῷ πολλάκι καὶ δεκάκι, καὶ τὸ χωρίϲ ἀποβάλλον τὸ ϲ ἐγίνετο χῶρι, ὅμοιον καθεϲτὼϲ τῷ αὖθι καὶ τοῖϲ παρακειμένοιϲ. ἐδείξαμεν καὶ ἐπὶ τοῦ δεϲποϲτήϲ, ἐργαϲτήϲ, ὡϲ τῇ ἀποβολῇ τοῦ ϲ ὅμοια ἐγίνετο τῷ ἐλάτηϲ, ἀρότηϲ· καὶ διὰ τοῦτο δεϲπότηϲ καὶ ἐργάτηϲ κατὰ βαρεῖαν τάϲιν. πλείϲτην τῶν τοιούτων παράθεϲιν ἐποιηϲάμην ἐν ἑτέροιϲ. τῇδε οὖν ἐϲχηματίϲθη καὶ τὸ ἄφνω. — 78. Ἔφαμεν ἐν τοῖϲ προκειμένοιϲ ταῖϲ ἐκ προθέϲεων γινομέναιϲ παραθέϲεϲιν καὶ ϲημαινούϲαιϲ ἐπιρρηματικὴν ϲχέϲιν ἀντιπαρακεῖϲθαι ἐπιρρήματα. καὶ τῷ οὖν ἐξ αὐτῆϲ παράκειταί τι αὐτόθεν, ἴωμεν αὐτόθεν — ἀπέλθωμεν ἐξ αὐτῆϲ. οὕτωϲ ἔχει καὶ τὸ αὐτόδιον δ᾿ ἄρα μιν {θ 449}, ἀντὶ τοῦ ἐξ αὐτῆϲ οὐκ ἄλλοϲε παρακλίναντα. παράκειται οὖν καὶ τῷ ἐξαίφνηϲ ἄφνω παρεγένετο ὁ δεῖνα ἐν ἴϲῳ τῷ ἐξαίφνηϲ παρεγένετο.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
