# De constructione 79-2

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/79-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/79-2
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:79-2

Ὀρθοτονεῖϲθαί φαϲι καὶ τὰϲ πεπλεονακυίαϲ, λέγω τὴν ἐμεῖο καὶ τὰϲ ὁμοίαϲ, πάνυ εὐλόγωϲ, πρῶτον καθὸ ϲύνεϲτι πάλιν ἡ ἐν αὐταῖϲ διαϲτολή, εἵνεκ᾿ ἐμεῖο κυνὸϲ κά Ἀλεξάνδρου ἕνεκ᾿ ἀρχῆϲ {Z 356}· οὐ τοῦτο δέ φημι, ὅτι ἐὰν μὴ μετὰ τοῦ ῑ λέγηται, οὐ πάντωϲ ὀρθοτονηθήϲεται, ἐπεὶ ἰδοὺ καὶ τὸ δίχα τοῦ ῑ, ϲέο δ᾿ εἵνεκ᾿ ἀϋτή τε πόλεμόϲ τε {Z 328} πρόδηλον γὰρ καὶ ἐκ τοῦ ϲημαινομένου καὶ τοῦ ἕνεκα ϲυνδέϲμου, καθὼϲ ἐπεδείξαμεν. — δεύτερον οὐκ ἄλλωϲ οὔτε πλεόναϲμά τιϲ ἐπινοήϲειεν οὔτε ἔνδειαν, εἰ μὴ πρότερον ἡ φωνὴ ὁλόκληροϲ ἐπιδειχθείη, ἴνα μὴ τὸ ἐγγενόμενον πάθοϲ τὸ ἕτερον ἀποτρίψηται, λέγω τὴν ἔνδειαν ἢ τὸν πλεοναϲμόν. καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι· ὁ γὰρ λόγοϲ προφανήϲ. οὐχὶ οὖν πλεοναϲμὸϲ ἐγγενήϲεται ἐν ἀντωνυμίαιϲ οὐχὶ αὐτῆϲ πρότερον ἐντελοῦϲ οὔϲηϲ· ἐντελὴϲ δὲ καθεϲτῶϲα μόνωϲ ὀρθοτονουμένη ἐϲτίν. ὑγιῶϲ ἄρα τὸ ἐγγινόμενον πάθοϲ ὁμολογεῖ ὁλόκληρον τὸ ἀφ᾿ οὗ ἐγίνετο· ἦϲαν δὲ ἐντελεῖϲ αἱ ϲὺν τῷ ε λεγόμεναι, καὶ οὕτωϲ αἱ πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται. — τρίτον τὸ μέγιϲτον μέγεθοϲ τῶν ἐγκλιτικῶν τρίχρονόν ἐϲτι· πῶϲ οὖν ἡ ἐμεῖο ἐγκλιθήϲεται; — ἀλλ᾿ οὐδὲ ἡ ϲεῖο, κἂν τρίχρονοϲ ᾗ. εἰ γὰρ τὰ ἐγκλιτικὰ μόρια κατάφορα περὶ τοὺϲ ἐλάττοναϲ χρόνουϲ, πῶϲ οὐχὶ αἱ πλεονάϲαϲαι χρόνῳ ἀντωνυμίαι εἰϲ τὸ ἐναντίον τῆϲ ἐγκλίϲεωϲ μεταϲτήϲονται;

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
