# Περὶ συντάξεως 8

Apollonius Dyscolus, Περὶ συντάξεως, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/8

Οὐκ ἀπίθανον δ᾿ οἶμαι κἀκεῖνο παραϲτῆϲαι. Παρεπόμενόν ἐϲτιν ἔϲθ᾿ ὅτε ταῖϲ λέξεϲιν καὶ παρὰ τὰϲ γραφὰϲ ἁμαρτάνεϲθαι, ἃϲ ἢ προφανῶϲ ἔϲτι καταλαβέϲθαι διὰ τῆϲ ἀκοῆϲ, ἀδήλου τοῦ τοιούτου ὄντοϲ κατὰ τὸν ἐπιλογιϲμὸν ἐξέταϲιϲ κατορθοῖ, ἣν κολοῦμεν λόγον τὸν περὶ ὀρθογραφίαϲ. Τοιοῦτόν τι παρεπόμενον ὑπολαμβάνω κἀν τοῖϲ λόγοιϲ. ἐπὰν γὰρ τὰ μὴ δέοντα τῶν λέξεων ἐπιϲυναφθῇ, τὸ τοιοῦτο καλοῦμεν ϲολοικιϲμόν, ὡϲ τῶν ϲτοιχείων τοῦ λόγου ἀκαταλλήλωϲ ϲυνελθόντων. εἴπερ οὖν ἔϲτιν μαθεῖν τἀκριβὲϲ τῆϲ γραφῆϲ, μαθεῖν ἄρα ἔϲτι καὶ τἀκριβὲϲ τῆϲ ϲυντόξεωϲ τοῦ λόγου. κοινὸν ἔθοϲ, ὑποτακτικὰϲ δὲ τὰϲ διὰ τοῦ γμ ἢ κμ ἢ χμ· ἔτι τε λπκτικὰϲ μερῶν λόγου τὰϲ εἰϲ τὸ λϲ, ρϲ, νϲ, ἄλλαϲ πλείϲταϲ. ἀλλὰ καὶ ἐπὶ λέξεων τὸ αὐτό· προθέϲειϲ γοῦν καλοῦμεν καὶ προτακτικὰ ἄρθρα καὶ ὑποτακτικὰ καὶ ἔτι ἐπιρρήματα, ἃ μᾶλλον ἀπὸ τῆϲ ϲυντάξεωϲ τὴν ὀνομαϲίαν ἔλαβεν ἤπερ ἀπὸ τοῦ δηλουμένου. Καὶ ἐν λόγῳ δὲ ἔϲτι τὸ τοιοῦτον εὑρέϲθαι, ὁπότε τὰ ἐκ ϲυνημμένων ἀληθεύει προλημματιζόμενα τῶν ἐπιφερομένων, ὥϲπερ ἔγκειται κατὰ τὴν πρώτην τοῦ λόγου ϲυναφήν, εἰ τῇδέ τιϲ ἀποφαίνοιτο, εἰ περιπατεῖ Διονύϲιοϲ, κινεῖται· οὐ μὴν, εἰ Διονύϲιοϲ κινεῖται, περιπατεῖ. ἀντιϲτρέφοντοϲ γὰρ τοῦ λόγου οὐκ ἀληθεύει τὸ ὅλον.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
