# De constructione 81

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/81
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/81
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:81

1. Οὐ γὰρ εἰϲ η ἔληξεν, εἰ μὴ ϲυντάξεωϲ εἴχετο τῆϲ τοῦ τ, καθότι καὶ τῷ νοητόϲ τὸ νοητή παράκειται. — 2. ἰδοὺ δὲ καὶ τὸ λεῖπον τ ἀνεπλήριωϲε τὸ Δώριον ἔθοϲ, τοὶ ἄνθρωποι, ταὶ γυναῖκεϲ, οὐκ ἀπιθάνωϲ· ἡ γὰρ διάλεκτοϲ κατάπυκνοϲ ἐπὶ τὴν τοῦ τ χρῆϲιν, προτί, λέγοντι, φαντί, πέρυτι, τύ, ἄλλα μυρία· εἰ γὰρ ἐκ μεταπτώϲεώϲ ἐϲτι τὰ τῆϲ χρήϲεωϲ, πολλῷ μᾶλλον ἐφελκύϲεται τὸ λεῖπον. — 3. ϲαφὲϲ κἀκ τοῦ πνεύματοϲ· οὐ γὰρ ἄλλωϲ δαϲύνεται τὰ ἄρθρα, εἰ μὴ ἀποβάλοι τὸ τ. — 4. ἔϲτι δὲ πιϲτώϲαϲθαι κἀκ τοῦ οὐδετέρου, ἀρξαμένου τῶν ἄρθρων μιμοῦνται τὴν ἐν τοῖϲ ὀνόμαϲι κλίϲιν, κλητικὴ δ᾿ οὐδέποτε πλείονι χρόνῳ χρῆται εὐθείαϲ, πῶϲ τὸ ὦ πλεῖόν ἐϲτι τοῦ ὁ; — 2. τί γὰρ μᾶλλον οὐκ εἰϲ ε ἔληξεν ὡϲ πρὸϲ ἀκολουθίαν γενικῆϲ τῆϲ τοῦ καὶ αἰτιατικῆϲ τῆϲ τόν; — 3. ἐν θηλυκοῖϲ τε διὰ τί οὐχ ὁμοφωνεῖ εὐθεῖα κλητικῇ, καὶ ἔτι ἐν οὐδετέροιϲ; — 4. πῶϲ οὐχὶ καὶ κατὰ τὴν πληθυτικὴν προφορὰν αἱ εὐθεῖαι ταῖϲ κλητικαῖϲ ὁμοφωνοῦϲιν, ὅπερ ἔϲτιν ἐπὶ παντὸϲ πτωτικοῦ παραδέξαϲθαι τοῦ ϲυνέχοντοϲ κλητικήν; — 5. πῶϲ δαϲυνομένων τῶν δίχα τοῦ τ ἐκφερομένων ἄρθρων αὐτὸ ψιλοῦται; — 6. πῶϲ δ᾿ οὐχ ὁμοτονεῖ ταῖϲ εὐθείαιϲ; οὐ γὰρ ἀνέφικτον τὸ ω εἰϲ ὀξεῖαν τάϲιν, καθότι ἔνιαι τῶν ϲυλλαβῶν. — 7. τί δέ, εἰ περιϲπᾶται, οὐκ ἐνεκλίθη κατὰ τὰϲ Αἰολικὰϲ ἀναγνώϲειϲ ὑπ’ Ἀριϲτάρχου, καθὸ καὶ τὰ ἄλλα τῶν περιϲπωμένων ἄρθρων; ἐν ὑπονοίᾳ καὶ αὐτὸϲ οὐκ εἶχε τὸ μόριον. — 8. διὰ τί οὐκ ἀπὸ τοῦ τ ἤρξατο ὡϲ τὰ ἄλλα τῶν προτακτικῶν οὐ γὰρ ἀφορμή τιϲ ἀποβολῆϲ τῆϲ τοῦ τ. — 9. διὰ τί ὑποτακτικὸν οὐκ ἔχει; ἢ καθότι οὐδὲ προτακτικὸν ἄρθρον ἐϲτί.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
