# De constructione 93-3

Apollonius Dyscolus, De constructione, ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/apollonius-dyscolus/text-3/93-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/apollonius-dyscolus/text-3/93-3
CTS URN: urn:cts:greekLit:tlg0082.tlg004:93-3

Ἡ δὴ οὖν προκειμένη ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ τὴν ἐγκειμένην κα τάφαϲιν ἀποβάλλουϲα μεθίϲταται καὶ τοῦ καλεῖϲθαι ὁριϲτική. εἰϲ γὰρ ἐπερώτηϲιν τῶν πραγμάτων ἐγχωρεῖ, ἡνίκα φαμὲν γέγραφαϲ; λελάληκαϲ; καὶ εἰ μὲν μὴ εἴη τὸ τοιοῦτον ἀληθέϲ, φαμὲν οὔ· εἰ δὲ ἀληθὲϲ εἴη τὸ γεγραφέναι, φαμὲν ναί. καὶ οὕτωϲ ἡ ἐπερώτηϲιϲ ἀπληρωθεῖϲα διὰ τῆϲ καταφάϲεωϲ ὑποϲτρέφει εἰϲ τὸ εἶναι ὁριϲτική. — καὶ μεγίϲτη ἂν εἴη ἔνδειξιϲ τοῦ τοιούτου τὸ ἔϲθ᾿ ὅτε τῷ ναί μὴ χρῆϲθαι μορίῳ, ῥήματι δὲ τῷ αὐτῷ δι᾿ ὁριϲτικῆϲ προφορᾶϲ, ὡϲ ἂν ἐγκειμένηϲ τῆϲ καταφάϲεωϲ· πρὸϲ γὰρ τὸ γράφειϲ; κατ᾿ ἐπερώτηϲίν φαμεν γράφω ἢ κατὰ βεβαίωϲιν τοῦ ὁριϲμοῦ, δυνάμει διπλαϲιάϲαντεϲ τὴν κατάφαϲιν, ναὶ γράφω. οὕτωϲ ἔχει καὶ τὸ ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπεϲ {e. g. A 286}, οὐκ ἀλόγου τοῦ τοιούτου ὄντοϲ, εἴγε ἐν τοῖϲ προκειμένοιϲ παρεϲτήϲαμεν ὅτι πολλάκιϲ τὰ ἰϲοδυναμοῦντα παραλλήλωϲ τίθεται εἰϲ πλείονα ἔμφαϲιν, ὡϲ τὸ τάχιον περιπάτει καὶ μᾶλλον τάχιον περιπάτει.

---

Apollonius Dyscolus, Περὶ συντάξεως, ed. Gustav Uhlig. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0082.tlg004.local001/.
